Ancient Greek · ~3 min
CAP. XXX VULG. LAT.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 3-16
Not analysed yet
Ὁ ἀλέκτωρ τὸ ὄρνεον παῤ ἡμῖν ἄλεκτα λέγεται. Παρὰ δὲ ταῖς συνούσαις αὐτῷ θηλείαις γνωριστά· παρέπονται δὲ αὐτῷ αἱ τῶν ὀρνίθων ἀγέλαι, διὰ τὸ πάσας ἴσως περινοστεῖν τῇ περὶ αὐτὸν ἡδονῇ· εὔψυχος δέ ἐστι πάσαις αὐτὸς εἰς ἀγάπην· οὕτως τῷ πάντων Θεῷ αἱ τῶν ἀγγέλων τάξεις, οὐ μόνον φόβῳ, ἀλλὰ καὶ ἐγάπη ὑπείκουσιν (20), ὅτε θέλει αὐτὸς νοεῖν αὐτὰς τὸ πρόσταγμα αὑτοῦ καὶ ποιεῖν· ὡσαύτως δὲ καὶ περὶ τεῖς τῶν δικαίων ψυχαῖς πέφυκεν· ὅσαι γὰρ ὑπόκεινται τῷ προστάγματι αὐτοῦ, οὐ μόνον τὰ ἐν ταῖς Γραφαῖς ἐναποκείμενα μυστήρια καὶ βάθη εὐδοκεῖ γινώσκειν, ἀλλὰ καὶ ὅσα ἐν τῷ βίῳ πέφυκε γίνεσθαι τοίς ἀνθρώποις, παρὰ ἀνθρώπων τε καὶ δαιμόνων, ἢ διʼ ὁράσεως νοὸς, χάριτι θείου Πνεύματος παρέχει πρόγνωσιν, ἢ διʼ ἀγγέλου μύησιν, ἢ δι᾿ ὁράματος ἀποχάλυψιν.