Ancient Greek · ~3 min
3 to 6
Origen, Expositio in Proverbia (fragmenta e catenis) 3-18-6
Not analysed yet
Περίελε ἄφρονος ὁδὸν κακὴν, καὶ γνῶσιν ψευδῆ μακμὰν ποίησον ἀπʼ αὐτοῦ. Ὁ μεταδιδοὺς ἄφρονι γνῶσιν, ὅμοιός ἐστι τῷ λίθον ἄτιμον ἐν σφενδόνῃ χρυσῇ προσπήξαντι· ἢ λίθον ἔντιμον ἐν σφενδόνῃ λιθοβολούσῃ λιθάσαντι. Ἐὰν συντριβῇ ἡ ἔκστασις τῶν ἀφρόνων, καθʼ ἔν ἐξέστησαν Θεοῦ, πάλιν καθαροὶ γενόμενοι προσέρχονται τῷ Θεῷ· Πὅσα γὰρ σὸρξ ὄψεται τὸ Σωτήρον τοῦ Θεοῦ. Προσεκτέον δὲ ἐνταῦθα, ὅτι τὰς παχυνθείσας ψυχὰς ἀπὸ τῆς κακίας, σάρκας ἀφρόνων ὠνόμασεν· οὕτω καὶ ὁ Κύριός φησιν· Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις, διὰ τὸ εῖἶναι αὐτοὺς σάρκας. Ὁ ἀποβαλὼν, φησὶ, κακίαν αὐτοῦ, καὶ πρὸς αὐτὴν πάλιν ἐπιστρέψας, ὄμοιός ἐστι κυνὶ ἐσθίοντι τὸν ἴδιον ἐμετόν· οἶα ἦν ἡ τοῦ Λὼτ γυνὴ, καὶ πρὸς ὅν τὸ ἀκάθαρτον πνεῦμα ἐπέστρεψεν.