Ancient Greek · ~3 min
CAP. XXIX.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 3-20
Not analysed yet
Πατέρα ἐνταῦθα τὸν Θεόν φησιν· ὁ δὲ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοὺς κατὰ Χριστὸν ἐπονομαζομένους, ἐν ἔργῳ καὶ λόγῳ καὶ σοφίᾳ ἑπομένους τε καὶ μιμουμένους αὐτὸν, θεωρῶν αὐτοὺς, εὐφραίνεται ἐπʼ αὐτοῖς· ποιμὴν δέ ἐστιν ἀγαθὸς νοῦς, ἀπαθεῖς λογισμοὺς κεκτημένος· εἷ δὲ τοῦτο, οὐκοῦν ἔριφός ἐστι λογισμὸς ἐμπαθής· καὶ πρόβατόν ἐστι λογισμὸς ἀπαθής· διὸ καὶ τοὺς ἔριφους ὁ Κύριος ἵστησιν ἐξ ἀριστερῶν, τὰδὲ πρόβατα ἐκ δοξιῶν· ἐρίφους λέγων τοὺς κεκτημένους λογισμοὺς ἐμπαθεῖς· οὕτω καὶ τοὺς ἔχοντας τὰ ζιζάνια, ζιζάνια προσηγόρευσε· καὶ τοὺς τὸν σἶτον ἔχοντας, σῖτον, ἀπὸ τῆς χειρίστης καὶ ἀρίστης ἕξεως ὀνομάσας αὐτούς· τοιοῦτόν ἐστι καὶ τὸ παρὰ τῷ Παύλῳ λεγόμενον· 8 Ἀγάπη οὐ περπερεύεται, ἀντὶ τοῦ, ὁ ἔχων τὴν ἀγάπην.