Ancient Greek · ~1 min
4 to 5
Origen, Expositio in Proverbia (fragmenta e catenis) 4-13-5
Not analysed yet
Δόσις λάθριός ἐστιν, ὃ ποιεῖ ἡ δεξιὰ, μὴ γινώσκει δὲ ἡ ἀριστερά· θυμὸν ἐγείρει κατʼ αὐτοῦ ἰσχυρὸν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὁ τῶν πρὸς τοὺς ἐνδεεῖς δώρων φειδόμενος. Ἡ συναγωγὴ τῶν γιγάντων, ἡ κακία καὶ ἡ ἀγνωσία ἐστίν· γίγαντες δὲ οἱ δαίμονες· τουτέστιν ἐν μεγάλαις ἁμαρτίαις ἀναπαύσεται ὁ πλανώμενος ἐξ ὁδοῦ δικαιοσύνης.