Ancient Greek · ~2 min
CAP. I.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 5
Not analysed yet
Οἱ κτώμενοι κακίαν, τῷ κακοὶ εἶναι ἐξουδενοῦσι σοφίαν· καὶ μὴ ἔχοντες φόβον τὸν ποιοῦντα ἀρχὴν αἰσθήσεως, ἀναισθητοῦσι καὶ ἐξουδενοῦσι σοφίαν· πῶς; τῷ μὴ πράττειν μηδὲ μετιέναι· πᾶς γὰρ ὁ τὰ φαῦλα πράττων, μισεῖ τὸ φῶς· ἀλλʼ οὐ παρὰ τὴν οἰκείαν φύσιν ἀτιμάζεται, ἀλλὰ παρὰ τὴν ἐκείνων ἄγνοιαν· ἀλλʼ οἱ εὐσεβεῖς αἱροῦνται τὴν παιδείαν, ἵνα τὴν ψυχὴν καθαρθέντες, εἰσδέξωνται τὴν εἰς κακότεχνον ψυχὴν μὴ εἰσιοῦσαν σοφίαν· οἱ δὲ μὴ ἔχοντες φόβονΘεοῦ, τὸν ποιοῦντα ἀρχὴν αἰσθήσεως, ἀναισθητοῦσι σοφίας καὶ παιδείας, καὶ ἐξουθενοῦσιν ἀμφότερα (1·) · ὡς οἱ τὴν Παλαιὰν μὴ δεχόμενοι, καὶ τὸν Δημιουργὸν ὡς ὠμὸν διαβάλλοντες.