Ancient Greek · ~4 min
CAP. III.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 5-3
Not analysed yet
Ὁ Θεὸς τῇ μὲν σοφίᾳ καὶ τὴν γῆν ἐθεμελίωσε· διὰ δὲ τῆς αἰσθήσεως αὐτοῦ ἐῤῥάγησαν ἄβυσσοι, τὰ δὲ νέφη ἐῤῥύησαν δρόσους· ἣν οὖν ἐνταῦθα γῆν εἶπε, Παῦλος ὁ ἅγιος πλάτος ὠνόμασε· καὶ τοὺς ἐνταῦθα οὐρανοὺς λεγομένους, ὕψος ἐκεῖνος ἐν τῇ πρὸς Ἐφεσίους καλεῖ· καὶ τὰς λεγομένας τροπικῶς ἀβύσσους. ὀνομάζει βάθος· τὰ δεδροσωμένα νέφη, μῆκος καλεῖ· ταῦτα δὲ πάντα λογικῶν ἐστι φύσεων σύμβολα, διαιρουμένων κόσμοις καὶ σώματι κατὰ ἀναλογίαν τῆς καταστάσεως· ἁρμόζει τοῦτο καὶ νῦν τῷ Υἱῷ τοῦ Θεοῦ· ἀλλὰ καὶ ἡ ψυχὴ ἡ πιστὴ, γῆ ἐστιν ἑκατονταπλασίον καρποφοροῦσα· αὕτη δὲ ἐκ τῆς πιότητος, ἥτις ἐστὶ σοφία, σοφή· θεμελιοῦντος αὐτὴν ἐπʼ αὐτῇ τοῦ Θεοῦ· ἑδράζει γὰρ αὐτὴν τὴν συναγωγὴν τῆς διδασκαλίας, καὶ πῆξιν ἀπὸ σοφίας ποιούμενος· καὶ ἀεὶ προκοπτούσης, οὐρανὸν ἀπεργάζεται, καθαρώτατον κτίσμα, ἀγγέλων τε καὶ τῶν νοερῶν οὐσιῶν οἰκητήριον, λαβοῦσάν τε αἴσθησιν τοῦ βντος, καὶ κατανοοῦσαν τὴν τῶν πραγμάτων ἀκρίβειαν, οἱονεὶ τὸ πολύμυθον τῶν τοῦ Θεοῦ κριμάτων.