Ancient Greek · ~2 min
CAP. XXVII.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 6-14
Not analysed yet
Συκῆ ἐνταῦθα ἡ δικα. οσύνη ἡ τοῦ Θεοῦ ἐστιν, ἤν οἱ φυτεύοντες ἐν ἑαυτοῖς, καὶ ἑτέροις μετάφυτα διδόντες, τὸν καρπὸν αὐτῆς φάγονται ἐκ χειρὸς Κυρίου τοῦ μόνου δικαίου καὶ τὴν δικαιοσύνην βραβεύσαντος· καὶ τοῖς τὴν δικαιοσύνην αὐτοῦ φυλάξασι σὺν ἑαυτῷ συντάττων, ἀπονέμει δικαιοσύνην, τὴν καὶ ἀγγέλους δικαιοῦσαν, ἐν τῇ ἀτρέπτῳ τῆς δικαιοσύνης λαμπρότητι· ὅς δὲ φυλάσσει τὸν λόγον τοῦ Κυρίου, τὸν Κύριον φυλάσσει ἐν τῇ καρδίᾳ αὐτοῦ ἀχώριστον εἶναι ἀπʼ αὐτοῦ· τιμηθήσεται δὲ οὐ μόνον ἐντεῦθεν ὑπὸ τῶν ἀγγέλων, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι ὑπὸ τοῦ τῶν ἀγγέλων δημιουργοῦ.