Ancient Greek · ~1 min
7 to 8
Origen, Expositio in Proverbia (fragmenta e catenis) 7-8
Not analysed yet
Οὗτοι συγκληρονόμοι τῶν ἀντικειμένων εἰσὶν, οἱ τῆς αὐτῆς αὐτοῖς κακίας μεταλαμβάνοντες κοινὸν δέ ἐστιν, μὴ τοῦ ἑνός ἐστι τοῦ Θεοῦ· ὅρα δὲ ὁμόνοιαν πονηρὰν καὶ ὄλεθρον. Δίκτυόν ἐστι κόλασις αἰώνιος, καὶ πολυσχιδὴς τιμωρία παρὰ τοῦ δικαίου κριτοῦ ταῖς ἀκαθάρτοις προσαγομένη ψυχαῖς ἐπʼ ἀπωλείᾳ τῶν κακῶς ἐκφύντων πτερῶν· πτερωτὰ δὲ, ἡμεῖς οἱ ἄνθρωποι οἱ δύναμιν ἐὰν θέλωμεν ἔχοντες τοῦ ἀναπτῆναι.