Ancient Greek · ~2 min
CAP. XVI.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 7-8
Not analysed yet
Ἀνὴρ παράνομος ὁ διάβολός ἐστιν· ἀποπειρᾶται δὲ φίλους Θεοῦ, καὶ ἀπάγει αὐτοὺς ταῖς πρὸς ἀπώλειαν ὁδοῖς καὶ οὐκ ἀγαθαῖς· ὅταν δέ τινα τῶν ἀγίων ἀπατήσῃ, στηρίξει νοήματα τοῖς ὀφθαλμοῖς αὑτοῦ. καὶ λογίζεται διεστραμμένα, μή πως σωθῇ μετανοήσας ὅν ἐθήρευσε· κνίζει δὲ τοῖς χείλεσιν αὐτοῦ ἐν τοῖς ὠσὶν ἐκείνου πάντα τὰ κακὰ ἐνθυμήματα, ἀπόγνωσίν τε καὶ πᾶσαν ἡδονὴν ἀκολασίας· οὗτος κάμινός ἐστι πάσης κακίας· καὶ φλέγει ἐν αὐτῇ τὰς ψυχὰς τῶν ὀλισθησομένων· ἀλλὰ ταύτης τῆς καμίνου ἐκτινάσσει τὴν φλόγα Πνεῦμα θεῖον, διασυρίζον σοφίαν δρόσου· πολλαὶ δὲ ἔτι τῶν κατʼ αὐτὴν πονηροὶ ἄνθρωποι, εἰώθασι μιμεῖσθαι τὸν πατέρα αὐτοῖς διάβολον.