Ancient Greek · ~4 min
CAP. XVII.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 7-9
Not analysed yet
Οἷκον ἐνταῦθά φησι τῆς μὲν ψυχῆς, τὸ σῶμα· τὴν δὲ ψυχὴν πάλιν, οἶκον τοῦ νοῦ· ὁ δ’ αὐτὸς πάλιν νοῦς, τῆς ψυχῆς ὀφθαλμὸς λέγεται· ὁ δὲ τὴν ἕνθεον γνωσιν καὶ σοφίαν μαθὼν, ἑαυτὸν δὲ ἐκδοὺς τῇ κακίᾳ, καὶ ἀντὶ ἀγαθῶν πονηροὺς λόγους ἐκφέρων, πρὸς δὲ τὸ ἐπιστρέψαι καὶ σωθῆναι μὴ βουλόμενος, τοῦ σωματικοῦ οἴκου οὐκ ἀναχωρήσει ἡ κακία καί ἡ πονηρία· ἀλλὰ μένουσιν ἑδραίως ἐν αὐτῷ, ἵνα τὰ τέλεια κακὰ ἐπέλθῃ, ἐν αὐτῷ ἀκίνητα μένοντα ἐν ἡμέρᾳ ὀργῆς Κυρίου. —Τὸ ἐκ τῆς γῆς παρὰ Κυρίου πλασθὲν ἡμῖν σῶμα, οἶκον ἐνταῦθά φησι· τὸ δὲ, οὐ κινηθήσεται, ἀντὶ τοῦ, οὐκ ἀναχωρήσει ἐκ τοῦ οἴκου αὑτοῦ ὀργὴ καὶ θλίψις, διά τε ἀνθρώπων καὶ δαιμόνων ἐκπεμπόμενα παρὰ Κυρίου, κατὰ τοῦ ἀντὶ ἀγαθῶν κακὰ ἀποδώσαντος τῷ ἀγαθοποιῷ αὑτοῦ ἀνθρώπῳ. —Εἰ ὁ κακὰ ἀντὶ κακῶν ἀποδιδοὺς παράνομος, πόσῳ μᾶλλον ὁ κακὰἀντὶ ἀγαθῶκἀποδιδοὺς παρανομώτερος; Τοιοῦτος δὲ ἐγένετο κατὰ τὴν ἔρημον ὁ Ἰσραήλ· πρὸς ὅν ὁ Μωϋσῆς ἐν τῷ Δευτερονομίῳ φησί· Γενεὰ σπολιὰ καὶ διεστραμμένη, ταῦτα Κυρίῳ ἀνταποδίδοτε;