Ancient Greek · ~2 min
CAP. XXVI.
Origen, Expositio in Proverbia (fragmenta e catenis) 9-8
Not analysed yet
Χείλη ἐνταῦθα τοὺς λογισμούς φησιν· ὁ δὲ τὰ χείλη τοῦ νοῦ μὴ ἀνοίγων κατὰ τοῦ πονηροῦ, πρὸς τὸν Θεὸν ἐξομολογούμενος τὰ κακὰ, ὅσα ἐνσπείρειεν αὐτῷ κατὰ τοῦ Θεοῦ, ἀλλὰ κρύπτει, λύπῃ καλύπτει ἑαυτοῦ καρδίαν, ἐξ ἀφροσύνης μὴ νομίζων ἔχειν ἁμάρτημα ἐν τούτοις· οὐκ εἰδὼς τὴν τοῦ Θεοῦ εὐσπλαγχνίαν· ὅτι μᾶλλον τοῖς οὕτως ὑπομένουσι καὶ ἐξαγγέλλουσιν αὐτῷ ταῦτα, στεφάνους ἀπονέμει ὡς καθʼ ἑκάστην ἀθλοῦσι διʼ αὐτόν.