Ancient Greek · ~2 min
Fragment 3
Origen, Fragmenta alia de principiis 3
Not analysed yet
Epiph. Haer. 64, 4, 7—8: →τὸ γὰρ εἰπεῖν, φησί (scil. Or.) ,τὸν προφήτην „πρὶν ἢ ταπεινωθῆναί με ἐγὼ ἐπλημμέλησα“, ἐξ αὐτῆς, φησί, τῆς ψυχῆς ὁ λόγος, ὡς ἄνω ἐν οὐρανῷ ἐπλημμέλησε, πρὶν ἢ ἐν τῷ σώματι τεταπεινῶσθαι· ←καὶ →τὸ εἰπεῖν „ἐπίστρεψον, ἡ ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου“, ὡς τοῦ ἀνδραγαθήσαντος ἐνταῦθα ἐν ἀγαθοεργίᾳ ἐπιστρέφοντος εἰς τὴν ἄνω ἀνάπαυσιν διὰ τὴν αὐτοῦ τῆς ἐργασίας δικαιοπραγίαν. ←