Ancient Greek · ~2 min
Fragment 1
Origen, Fragmenta de principiis 1
Not analysed yet
Euseb. C. Marcell. I 4 (GCS 14, p. 23, 11—18): (Marcell. :)γέγραφεν γὰρ ἀρχόμενος (scil. τοῦ Περὶ ἀρχῶν βιβλίου) οὕτως· →Οἱ πεπιστευκότες καὶ πεπεισμένοι←, τοῦτο <τὸ> ῥητὸν οὕτως εἰρημένον εὕροις ἂν ἐν τῷ Γοργίᾳ Πλάτωνος. —(Euseb. :)Οὔτ' εἰ ἐφέρετο, ἤνεγκεν ἂν διαβολὴν Ὠριγένει φάντι· →Οἱ πεπιστευκότες [ἢ] καὶ πεπεισμένοι←, καὶ συνάψαντι ἑξῆς· →‘τὴν χάριν καὶ τὴν ἀλήθειαν διὰ Ἰησοῦ Χριστοῦ γεγονέναι’ καὶ Χριστὸν εἶναι τὴν ἀλήθειαν, κατὰ τὸ εἰρημένον ὑπ' αὐτοῦ· „ἐγώ εἰμι ἡ ἀλήθεια“. ←