Ancient Greek · ~2 min
Fragment 27
Origen, Fragmenta de principiis 27
Not analysed yet
Just. Ep. ad Menam (p. 211, 28—212, 2 Schw.) :Ἐκ τοῦ τρίτου λόγου τοῦ αὐτοῦ βιβλίου περὶ τοῦ αὐτοῦ (scil. ὅτι ἔσται τελεία τῶν σωμάτων ἀπόθεσις). →Λεγομένου τοῦ θεοῦ ‘πάντα γίνεσθαι ἐν πᾶσιν’, ὥσπερ οὐ δυνάμεθα κακίαν καταλιπεῖν, ὅτε θεὸς ‘πάντα γίνεται ἐν πᾶσιν’, οὐδὲ ἄλογα ζῷα, ἵνα μὴ καὶ ἐν κακίᾳ ὁ θεὸς γίνηται καὶ ἐν ἀλόγοις ζῴοις, ἀλλ' οὐδὲ ἄψυχα, ἵνα μὴ καὶ ἐν αὐτοῖς ὁ θεός, ὅτε ‘πάντα γίνεται’, οὕτως οὐδὲ σώματα, ἅτινα τῇ ἰδίᾳ φύσει ἄψυχά εἰσιν. ←