Ancient Greek · ~2 min
Fragment 30
Origen, Fragmenta de principiis 30
Not analysed yet
Just. Ep. ad Menam (p. 213, 1—7 Schw.) :Ἐκ τοῦ τετάρτου λόγου τοῦ αὐτοῦ βιβλίου, ὅτι καὶ ὑπὲρ δαιμόνων δεῖ τὸν Χριστὸν σταυρωθῆναι, καὶ πολλάκις τοῦτο εἰς τοὺς ἐσομένους αἰῶνας. →Ἀλλὰ κἂν μέχρι τοῦ πάθους τις ζητήσῃ, τολμηρὸν δόξει ποιεῖν περὶ τὸν οὐράνιον τόπον αὐτὸ ζητῶν. ἀλλ' εἰ ἔστι ‘πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις’, ὅρα εἰ ὥσπερ ἐνθάδε οὐκ αἰδούμεθα σταυρούμενον ὁμολογεῖν ἐπὶ καθαιρέσει ὧν καθεῖλε διὰ τοῦ πεπονθέναι, οὕτως κἀκεῖ τὸ παραπλήσιον διδόντες γίνεσθαι καὶ εἰς τὸ ἑξῆς ‘ἕως τῆς συντελείας τοῦ παντὸς αἰῶνος’ οὐ φοβηθησόμεθα. ←