Ancient Greek · ~3 min
Fragment 36
Origen, Fragmenta de principiis 36
Not analysed yet
Theoph. Al. Ep. pasch. II bei Theodoret Eranistes, dial. II (PG 83, 197 C): . . . γράφει γὰρ οὕτως· →Οὐ δήπου γὰρ ἡ ‘τεταραγμένη’ καὶ ‘περίλυπος’ οὖσα ψυχὴ ὁ ‘μονογενὴς’ καὶ ‘πρωτότοκος πάσης κτίσεως’ ἐτύγχανεν οὖσα. ὁ γὰρ θεὸς λόγος, ὡς κρείττων τῆς ψυχῆς τυγχάνων, αὐτὸς ὁ υἱός φησιν· „ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν“. ←εἰ τοίνυν κρείττων ἐστὶν ὁ υἱὸς τῆς ἑαυτοῦ ψυχῆς, ὥσπερ οὖν καὶ κρείττων ὡμολόγηται, πῶς ἡ ψυχὴ τούτου ‘ἴσα θεῷ’ καὶ ‘ἐν μορφῇ αὐτοῦ’; αὐτὴν γὰρ εἶναι φάμενος τὴν ‘κενώσασαν ἑαυτὴν’ καὶ ‘μορφὴν δούλου λαβοῦσαν’, ταῖς ὑπερβολαῖς τῶν ἀσεβειῶν ἐπισημότερος τῶν ἄλλων αἱρετικῶν ἐγένετο, ὡς ἐπεσημηνάμεθα. εἰ γὰρ ‘ἐν μορφῇ θεοῦ ὑπάρχει’ ὁ λόγος καὶ ‘ἴσα θεῷ’ τὴν ψυχὴν τοῦ σωτῆρος οἴεται, τολμήσας οὕτω γράψαι, πῶς τὸ ἴσον κρεῖττόν ἐστι;