Ancient Greek · ~1 min
Fragment 38
Origen, Fragmenta de principiis 38
Not analysed yet
Just. Ep. ad Menam (p. 209, 7—10 Schw.) :Ἐκ τοῦ τετάρτου λόγου τοῦ αὐτοῦ βιβλίου. →Μηδεὶς προσκοπτέτω τῷ λόγῳ, εἰ μέτρα ἐπιτίθεμεν καὶ τῇ τοῦ θεοῦ δυνάμει. ἄπειρα γὰρ περιλαβεῖν τῇ φύσει ἀδύνατον τυγχάνει. ἅπαξ δὲ πεπερασμένων ὄντων, ὧν περιδράττεται αὐτὸς ὁ θεός, ἀνάγκη ὅρον εἶναι μέχρι πόσων πεπερασμένων διαρκεῖ. ←