Ancient Greek
Fragment 8
Origen, Fragmenta de principiis 8
Not analysed yet
Just. Ep. ad Menam (p. 210, 10—14 Schw.) :καὶ μετά τινα· →Ἔλεγε δὲ ὁ Ἑβραῖος τὰ ἐν τῷ Ἡσαίᾳ δύο Σεραφὶμ ἑξαπτέρυγα, κεκραγότα ἕτερον πρὸς τὸ ἕτερον καὶ λέγοντα· „ἅγιος ἅγιος ἅγιος κύριος Σαβαώθ“ τὸν μονογενῆ εἶναι τοῦ θεοῦ καὶ τὸ πνεῦμα τὸ ἅγιον. ἡμεῖς δὲ οἰόμεθα ὅτι καὶ τὸ ἐν τῇ ᾠδῇ Ἀμβακούμ· „ἐν μέσῳ δύο ζῴων γνωσθήσῃ“ περὶ Χριστοῦ καὶ ἁγίου πνεύματος εἴρηται. ←