Ancient Greek · ~15 min
Section 12
Origen, Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis) 12.1
Not analysed yet
Eph. ii 14b, 15, 17 [ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασιν καταλύσας, ἵνα τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον . . . καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ εἰρήνην τοῖς ἐγγύς.] [Ὠριγένης δέ φησι] ταῦτα λέγεσθαι περὶ τῶν θειοτέρων δυνάμεων καὶ τῶν ἀπὸ ἀνθρώπων σωζομένων, τῶν μὲν θειοτέρων δυνάμεων οὐσῶν καὶ πρότερον ἐγγὺς τῶν δὲ ἀνθρώπων μακράν (ἐφαρμόσει δὲ τούτοις ὁ ταῦτα λέγων τὸ εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ἐν τοῖς οὐρανοῖς, καὶ ὅλα τὰ κατὰ τὸν τόπον οὕτω διηγήσεται), τῶν μὲν κρειττόνων δυνάμεων ὅτι ἐν φιλίᾳ ἦν πρὸς τὸν θεόν, τῶν δὲ ἐν κόσμῳ ἀνθρώπων ὅτι ἐν ἔχθρᾳ ἦν πρὸς αὐτόν· καὶ αὕτη ἡ ἔχθρα τὸ μεσότοιχον ἦν τοῦ φραγμοῦ κωλῦον τοῦ ἑνοῦσθαι τὴν ἀνθρώπων φύσιν τῇ μακαριότητι τῶν κρειττόνων. τοῦτο οὖν τὸ μεσότοιχον τοῦ φραγμοῦ, ἔχθρα τυγχάνον, ἐλύθη διὰ τοῦ ἐνηνθρωπηκέναι τὸν σωτῆρα ἡμῶν, καὶ διὰ τοῦτο λέγεται λελύσθαι ἐν τῇ σαρκὶ αὐτοῦ. καὶ πρόσχες γε τῷ ἑξῆς, εἰ δύναται πληκτικώτερον λέγεσθαι ὑπὸ τοῦ οὕτως ἑρμηνεύοντος· κατά γε τὸν ἀληθῆ νόμον, οὗ σκιὰ καὶ ὑπόδειγμα τὸ γράμμα Μωσέως ἦν, ἐλάτρευόν τινες ἐν τοῖς ἐπουρανίοις· καὶ ἐκεῖνος ὁ νόμος δόγματά ἐστι μᾶλλον ἢ νόμος ἐντολῶν, ἅπερ δόγματα ὁ ἀξιωθεὶς νοῆσαι, τ<ῷ> καταλελύσθαι τὸ διατειχῖζον αὐτὸν ἀπὸ τῶν κρειττόνων μεσότοιχον τοῦ φραγμοῦ, οὐκέτι τῷ νόμῳ τῶν ἐντολῶν ζῇ· τὸν γὰρ νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργεῖ Χριστός, ἵνα, νοηθέντων τῶν δηλουμένων ἀπὸ τοῦ νόμου τῶν ἐντολῶν δογμάτων, καταφρονηθῇ ὡς ἀποκτέννον τὸ γράμμα τοῦ νόμου τῶν ἐντολῶν. καταργηθεὶς τοίνυν ἀπὸ τοῦ σωτῆρος ὁ νόμος τῶν ἐντολῶν διὰ τῆς τῶν ἐν αὐτοῖς δογμάτων φανερώσεως συνήγαγεν ἀμφοτέρους, λέγω δὴ τὰς θειοτέρας δυνάμεις καὶ τοὺς ἐξ ἀνθρώπων πιστεύοντας, εἰς ἕνα καινὸν ἄνθρωπον. ὁ δὲ καινὸς ἄνθρωπος ἐκ τοῦ ὁσημέραι ἀνακαινοῦσθαι νοεῖται, καὶ κατοικισθήσεται ἐν καινῷ κόσμῳ, ὅτι ἔσται ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή. δόξει δὲ τὸ εἰς ἕνα καινὸν ἄνθρωπον ἐναντιοῦσθαι τῇ ἑρμηνείᾳ. [ii 19—22] ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ Ἰησοῦ, ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν πνεύματι. πρὸς τὸ προειρημένον ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας νῦν λέγεται ἄρα οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, καὶ πρὸς τὸ ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ νῦν τὸ ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ. τὰ δὲ ῥήματα ταῦτα προσακτέον τοῖς εἰσάγουσι τὰς φύσεις· πῶς γὰρ ξένοι οἱ φύσει πολῖται τῶν ἁγίων καὶ πῶς οἱ φύσει ξένοι οἰκεῖοι τοῦ Θεοῦ; τὰ δὲ ἀπὸ τοῦ ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν δόξει συνᾴδειν τῇ ἑρμηνείᾳ τῇ περὶ τοῦ ἐγγὺς μὲν εἶναι τὸν Ἰσραήλ, πόρρω δὲ τὰ ἔθνη. δεήσει δὲ τούτοις τοῖς ῥητοῖς χρήσασθαι κατὰ τῶν διακοπτόντων τὴν θεότητα καὶ οἰομένων ἑτέρου εἶναι Θεοῦ τοὺς προφήτας καὶ ἄλλου τοὺς ἀποστόλους. εἰ γὰρ οἱ μηκέτι ξένοι καὶ πάροικοι ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ ἐποικοδομοῦνται ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ Ἰησοῦ, ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ, <ἐν ᾧ καὶ οἱ Ἐφέσιοι συνοικοδομοῦνται εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν πνεύματι, εἷς ἐστιν Θεὸς μιᾶς οἰκοδομῆς καὶ ναοῦ τοῦ ἐποικοδομηθέντος ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν. εἰ δὲ πᾶσα ἡ οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ,> φιλοτιμητέον ἁρμονίους ἡμᾶς γενέσθαι ζῶντας λίθους τῇ πάσῃ οἰκοδομῇ, ἵνα συνοικοδομηθέντες κατοικητήριον γενώμεθα τῷ Θεῷ χωροῦντες εἰς αὐτοὺς πᾶσαν τὴν θεολογίαν αὐτοῦ.