Ancient Greek
Section 13
Origen, Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis) 13
Not analysed yet
Eph. iii 1—3 [τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος Χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν—εἴγε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς, ὅτι κατὰ ἀποκάλυψιν ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ.] [Ὠριγένης δέ φησιν] ὡς πρὸς τὴν φράσιν, κα<τὰ> τὸ δυνατὸν ζητήσαντες ἀποκαταστῆσαι αὐτὴν φαμὲν ὅτι οὐκ ἀνταποδέδωκε πρὸς τὸ τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος, τὸ τί τούτου γὰρ χάριν πεποίηκα ἢ τί μοι γεγένηται οὐ πάνυ τι παρέστησεν· εἰ μὴ ἄρα τοῦ μὲν ὡς πρὸς τὴν φράσιν ἀκολούθου ὡς ἰδιώτης τῷ λόγῳ ἀποπέπτωκε τὸν δὲ ὀφειλόμενον νοῦν οὐκ εὐφραδῶς ἀποδέδωκεν, οὕτως λέξοντα ἂν τούτου χάριν ἐγὼ Παῦλος δέσμιος Χριστοῦ Ἰησοῦ καὶ δέσμιος ὑπὲρ ὑμῶν τῶν ἐθνῶν ἐγνώρισα τὸ μυστήριον ὑπὲρ τοῦ καὶ ὑμῖν μεταδοῦναι, ὡς καὶ αὐτὸς ἐν τοῖς πρὸ τούτων δι' ὀλίγων ἔγραψα, ὀφείλετε δὲ ἀκηκοέναι τὴν οἰκονομίαν τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς τοὺς ἀπὸ τῶν ἐθνῶν, ὑπὲρ ὧν δέσμιος γέγονα Ἰησοῦ Χριστοῦ. σολοικισμὸν δὲ νομίζω γεγονέναι ἐν τῷ τόπῳ· δέον γὰρ αὐτὸν εἰρηκέναι τούτου χάριν ἐγὼ Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ ἐγνώρισα τὸ μυστήριον, ὁ δέ φησι τούτου χάριν ἐγὼ Παῦλος δέσμιος, κατὰ ἀποκάλυψιν ἐγνωρίσθη μοι τὸ μυστήριον. εἰ δέ τις δύναται παραστῆσαι πρὸς τῇ διανοίᾳ καὶ τὴν φράσιν αὐτῷ ἐπιτετευγμένην, ἐκείνου μάλιστα ἀκουστέον. ἐν ὀλίγοις τοῖς πρὸ τούτων ἔστιν ἀληθῶς εὑρεῖν τὸν ἐπιμελῶς ἐντυγχάνοντα ἀποκάλυψιν ἐγνωρισμένην μυστηρίου ἁγίου τῷ Παύλῳ.