Ancient Greek · ~18 min
Section 25
Origen, Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis) 25.1
Not analysed yet
Eph. v 6 [μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις, διὰ τοῦτο γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.] [Ὠριγένης φησί] κενοὺς ἔοικε φάσκειν λόγους τοὺς διά τινος πιθανότητος ἀνατρέπειν θέλοντας τὸν περὶ τῶν προσαγομένων τοῖς κακῶς βεβιωκόσι κολάσεων λόγον· ἀπάτης γ' οὖν φησιν εἶναι τοὺς τοιούτους λόγους καὶ κενούς, τῷ πάντως ἔρχεσθαι τὴν λεγομένην ὀργὴν τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. ἀπειθείας δὲ υἱοὺς ὀνομάζει τοὺς ἀπειθεῖς, οἱονεὶ τῆς κατὰ τὴν ἀπείθειαν κακίας μητρὸς γινομένης καὶ γεννώσης αὐτοὺς ἔχοντας οἱονεὶ τὸν τῆς μητρὸς χαρακτῆρα· οὕτως καὶ υἱοὺς καὶ τέκνα πορνείας καὶ υἱοὺς θανάτου καὶ υἱοὺς γεέννης καὶ ἄλλα τούτοις παραπλήσιά ἐστι πολλαχοῦ τῶν γραφῶν εὑρεῖν. [v 7] μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν. τηρήσεις τὴν ‘μέτοχος’ καὶ ‘συμμέτοχος’ φωνήν· μήποτε ὁ μὲν μέτοχος ἐπὶ κρείττονος εἴρηται, ὁ δὲ συμμέτοχος ἐπὶ χείρονος, οἷον διὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου, καὶ μέτοχοι γὰρ Χριστοῦ γεγόναμεν, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν. οὐ μέμνημαι δὲ ἀλλαχοῦ παρὰ τὴν ἐνεστηκυῖαν λέξιν τὸν ‘συμμέτοχον’ εἰρῆσθαι, πλὴν φανερὸν ἐνταῦθα ὅτι ἐπὶ χειρόνων ἐστὶν ὁ συμμέτοχος. [v 8] ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ. εἰ δυνατὸν τὸ ποτὲ σκότος μεταβαλὸν γενέσθαι φῶς, οὐκ εἰσὶν ἀπολλύμεναι φύσεις. ὥσπερ δὲ οἱ δίκαιοι φῶς εἰσι τοῦ κόσμου, οὕτως οἱ ἀσεβεῖς σκότος ἂν εἶναι λέγοιντο· καὶ οἱ μὲν δίκαιοι φῶς ὄντες ἐν φωτὶ ὄψονται φῶς, οἱ δὲ ἄδικοι σκότος τυγχάνοντες λαός εἰσι καθήμενος ἐν σκότει μηδὲν βλέποντες. ἀπὸ δὲ τῶν καρπῶν ἐπιγνωσόμεθα τοὺς ὄντας φῶς ἢ σκότος· πᾶς μὲν γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς, καὶ μὴ ἐρχόμενος πρὸς τὸ φῶς σκότος ἐστὶ καὶ υἱὸς σκότους καὶ νυκτός· ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἐρχόμενος πρὸς τὸ φῶς φῶς ἐστι καὶ υἱὸς φωτὸς καὶ ἡμέρας. πρὸς τούτοις ἐπιστήσεις εἰ μὴ ὡς ὄντων τινῶν φώτων ἀλλ' οὐκ ἐν κυρίῳ λέγεται περὶ τῶν δικαίων τὸ νῦν δὲ φῶς ἐν κυρίῳ· καὶ μάλιστά γε τοῖς πεφωτισμένοις ἐν φωτὶ γνώσεως Ἐφεσίοις ἔπρεπε λέγεσθαι τὸ νῦν δὲ φῶς ἐν κυρίῳ. [v 8] ὡς τέκνα φωτὸς περιπατεῖτε. εἴπερ ὁ Θεὸς φῶς ἐστι καὶ σκοτία ἐν αὐτῷ οὐκ ἐστὶν οὐδεμία, τὰ τέκνα τοῦ Θεοῦ τέκνα ἐστὶ φωτός. [v 9] ὁ γὰρ καρπὸς τοῦ φωτὸς ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ. πρὸς τοὺς διαχωρίζοντας τὸν δίκαιον ἀπὸ τοῦ ἀγαθοῦ, καὶ οἰομένους τὸν μὲν δημιουργὸν εἶναι δίκαιον ὃν δὲ οἴονται ὑπὲρ αὐτὸν ἀγαθὸν Θεόν, χρήσιμα τὰ ῥητά· ἐπείπερ ὁ τοῦ φωτὸς καρπὸς καὶ ἐν ἀγαθωσύνῃ ἐστὶ καὶ ἐν δικαιοσύνῃ καὶ ἐν ἀληθείᾳ. ὅπου οὖν ἀγαθωσύνη ἐκεῖ δικαιοσύνη, καὶ ὅπου ἀλήθεια ἐκεῖ δικαιοσύνη. παρὰ δὲ τῷ ἀγαθῷ πατρὶ ἀγαθωσύνη καὶ ἀλήθεια· παρ' αὐτῷ ἄρα καὶ οὐ παρ' ἄλλῳ ἐστὶν ἡ δικαιοσύνη. ἐπιστήσεις δὲ αὐτοὺς καὶ ἐκ τοῦ τὸν Χριστὸν εἶναι δικαιοσύνην. ἐν μὲν οὖν τῷ εὐεργετικῷ ἐμφαίνεται ἡ ἀγαθωσύνη, ἐν δὲ τῷ κατ' ἀξίαν ἀπονεμητικῷ ἡ δικαιοσύνη, ἐν δὲ τῷ ἐπιστημονικῷ τοῦ τῶν ὅλων λόγου ἡ ἀλήθεια. [v 10] δοκιμάζοντες τί ἐστὶν εὐάρεστον τῷ Κυρίῳ. χρεία τοῦ μετὰ βουλῆς πάντα ποιεῖν, ἵνα περισκοποῦντες ἕκαστον τῶν πρακτέων ἀπὸ ἐξετάσεως τὰ μὲν δοκιμαστὰ καὶ εὐάρεστα τῷ Θεῷ παραδεξώμεθα ὡς δόκιμοι τραπεζῖται, τὰ δὲ ἀδόκιμα καὶ δυσάρεστα αὐτῷ ἀποσειώμεθα. ἐπεὶ δὲ ἀπήρτηται τὰ τῆς φράσεως, δοκεῖ μοι οὕτως ἂν ἀποκαταστῆναι, μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν, δοκιμάζοντες τί ἐστὶν εὐάρεστον τῷ Κυρίῳ. εἰ καὶ ἦτέ ποτε σκότος, νῦν δὲ φῶς ὄντες ἐν Κυρίῳ ὡς τέκνα φωτὸς περιπατεῖτε, τοὺς καρποὺς ἐπιδεικνύμενοι τοῦ φωτὸς ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ. [v 11a] καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους. καὶ ἐν ἄλλοις τὸ μὲν τοῦ καρποῦ ὄνομα ἔταξεν ἐπὶ τοῦ πνεύματος τὸ δὲ τοῦ ἔργου ἐπὶ τῆς σαρκός, εἰπὼν φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστι πορνεία καὶ τὰ ἑξῆς, ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη χαρὰ εἰρήνη καὶ τὰ ἑξῆς. νῦν μέντοιγε τὰ τοῦ σκότους ἔργα ἄκαρπα εἶναί φησιν, οἷς κοινωνεῖ ὁ ποιῶν αὐτά. [v 11b] μᾶλλον δὲ καὶ ἐλέγχετε. ἐν ταῖς ἐντολαῖς εἶναι νομιστέον καὶ τὸ ἐλέγχειν· ὅπερ ποιήσει ὁ μὴ ἀκουσόμενος ἄν, ὑποκριτὰ ἔκβαλε πρῶτον ἐκ τοῦ ὀφθαλμοῦ σου τὴν δοκὸν καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου. διόπερ καὶ οἱ προφῆται, μηδαμῶς ἐλέγχοις ὑπεύθυνοι τυγχάνοντες, ἤλεγχον τοὺς ἁμαρτάνοντας. [v 12] τὰ γὰρ κρυφῆ γινόμενα ὑπ' αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν. τίνων αὐτῶν; οὐ πάνυ σαφῶς προεῖπεν· εἰ μὴ ἄρα τις ἀναφέρῃ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας τὴν λέξιν, ὥστε οὕτως αὐτὴν ἔχειν τὰ γὰρ κρυφῆ γινόμενα ὑπὸ τῶν υἱῶν τῆς ἀπειθείας αἰσχρόν ἐστι καὶ λέγειν, ἅτινα ἦν πορνεία καὶ ἀκαθαρσία.