Ancient Greek
Section 24
Origen, Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis) 24.1
Not analysed yet
Eph. v 3, 4 [πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις, καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία, ἃ οὐκ ἀνῆκεν, ἀλλὰ μᾶλλον εὐχαριστία.] [Ὠριγένης δέ φησιν] ἡ μὲν πρὸς πόρνην κοινωνία κατὰ τὸ ἔθος τῆς γραφῆς πορνεία ὀνομάζεται· πᾶσα δὲ ἡ κατὰ τὸν τόπον τῶν σαρκικῶν γαργαλισμῶν ἁμαρτία, οὐ μόνον κατὰ τὰς μοιχείας καὶ παιδοφθορίας ἀλλὰ καὶ κατὰ τὰ ἄλλα ὅσα ἐπενόησεν ἡ ἀνθρωπίνη ἀκολασία ἐν διαφόροις καὶ παντοδαπαῖς παρατριβαῖς, ἀκαθαρσία γενικῶς ὠνόμασται. τὴν πλεονεξίαν δὲ ἤτοι ἁπλούστερον ἐκδεκτέον, ἤ, ὡς ἐν ἄλλοις παρεστήσαμεν, τὴν μοιχείαν, ὅτε καὶ ἐχρησάμεθα τῷ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἕκαστον τὸν ἀδελφὸν αὐτοῦ. πᾶσαν δὲ τὴν ἀκαθαρσίαν δεῖ φυλάξασθαι, ἐπεὶ τοῦτο πρέπει ἁγίοις. αἰσχρότης δέ τις ἔστι καθ' ἕκαστον εἶδος ἀκολασίας· καὶ ὁμοίως γε αἰσχρότης ἐστὶ καὶ ἀκαθαρσία· ἐμφαίνει γὰρ καὶ τὸ ἀκάθαρτον καὶ τὸ αἰσχρὸν ἑκάστη πρᾶξις ἡ κατὰ τὸν τόπον τῆς εἰς τὸ ἀποκρίνειν ἐνεργείας· ταῦτα δὲ ἐπὶ τῶν παρὰ φύσιν λεκτέον, οὐκ ἐπὶ τοῦ γάμου. ἴδωμεν δὲ τίς καὶ ἡ μωρολογία, ἣν καὶ αὐτὴν οὐδὲ ὀνομάζεσθαι χρὴ ἐν τοῖς ἁγίοις. ὁ μὲν οὖν τις φήσει, ἁπλούστερον τὴν λέξιν ἐξειληφώς, μωρολογίαν εἶναι τὴν ἀσκουμένην ὑπὸ τῶν βωμολόχων καὶ γελωτοποιῶν. ὅρα δὲ εἰ μὴ μωρολογεῖν λεκτέον καὶ τοὺς ὁτιδήποτε σοφίας καὶ συνέσεως ἠλλοτριωμένους πάντας, καὶ μωρὸν ἐν τοῖς δογματιζομένοις ὑπ' αὐτῶν. δόξει δὲ συνᾴδειν τῷ ἁπλούστερον ἐκδέξασθαι τὴν μωρολογίαν ἡ ἐπιφερομένη αὐτῇ εὐτραπελία, ἥντινα ἡ τῶν ἰδιωτῶν συνήθεια τάσσει <ἐ>π<ὶ> τῶν οὐ μόνον ἀπὸ μωρολογίας ἀλλὰ καὶ ἀφ' οἱασδήποτε αἰτίας γέλωτα κινούντων. οὐκ ἀνῆκε δὲ τοῖς ἁγίοις οὐδὲ αὕτη, ἀλλὰ μᾶλλον ἡ ἐν πᾶσι πρὸς Θεὸν εὐχαριστία, ἤγουν εὐχαριστία καθ' ἣν εὐχαρίτους καὶ χαρίεντάς τινάς φαμεν. μωρόλογον μὲν οὖν καὶ εὐτράπελον οὐ δεῖ εἶναι, εὐχάριτον δὲ καὶ χαρίεντα· καὶ ἐπεὶ ἀσύνηθές ἐστι τὸ εἰπεῖν ‘ἀλλὰ μᾶλλον εὐχαριτία,’ τάχα ἀντὶ τούτου ἐχρήσατο τῇ ἐπ' ἄλλου κειμένῃ λέξει καὶ εἶπεν, ἀλλὰ μᾶλλον εὐχαριστία. καὶ μήποτε ἔθος ἐστὶ τῷ ὀνόματι τῆς ‘εὐχαριστίας’ καὶ τοῦ ‘εὐχαρίστου’ τοὺς ἀπὸ Ἑβραίων χρῆσθαι ἀντὶ τῆς ‘εὐχαριτίας’ καὶ ‘εὐχαρίτου’· τοιοῦτο δὲ ἐνομίσαμεν εἶναι καὶ τὸ ἐν Παροιμίαις οὕτως εἰρημένον γυνὴ εὐχάριστος ἐγείρει ἀνδρὶ δόξαν ἀντὶ τοῦ ‘εὐχάριτος γυνή’· βιάζεσθαι δὲ ἂν ἐδόξαμεν τὸ γυνὴ εὐχάριστος ἀντὶ τοῦ ‘εὐχάριτος’ ἐκλαμβάνοντες, εἰ μὴ αἱ λοιπαὶ ἐκδόσεις συνῇδον ταύτῃ τῇ ἐκδοχῇ. ὁ μὲν γὰρ Ἀκύλας οὕτως ἡρμήνευσεν γυνὴ χάριτος ἀντέχεται δόξης, Θεοδοτίων δὲ καὶ Σύμμαχος γυνὴ χάριτος ἀνθέξεται δόξης. [v 5] τοῦτο γάρ ἐστε γινώσκοντες, ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ. παρατηρητέον ὅτι ἓξ ἀπαγορεύσας ἁμαρτήματα, πορνείαν καὶ ἀκαθαρσίαν καὶ πλεονεξίαν καὶ αἰσχρότητα καὶ μωρολογίαν καὶ εὐτραπελίαν, οὐ κατὰ τὰ ἓξ ἐπιφέρει ὥστε τὸν ἐνεχόμενόν τινι αὐτῶν μὴ ἔχειν κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ, ἀλλὰ τρία, λέγω δὲ πορνείαν καὶ ἀκαθαρσίαν πᾶσαν καὶ πλεονεξίαν. εἰ γὰρ μὴ εἶχον κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ καὶ ὁ μωρολογίᾳ καὶ εὐτραπελίᾳ ἔνοχος, ὠμότερον ἄν τινι ἐφαίνετο τὸ κατὰ τὴν κρίσιν ἐπὶ μηδενὶ συγγινώσκουσαν τῇ ἀσθενεῖ ἡμῶν φύσει. ἄλλως μὲν γὰρ οὐδὲ ταῦτα ἀνῆκεν, πλὴν οὐχ ὥστε πραττομένων αὐτῶν ἐκπίπτειν τινὰ τῆς κληρονομίας τοῦ Χριστοῦ καὶ Θεοῦ. λείπει καὶ περὶ τῆς αἰσχρότητος ἐπιστῆσαι. δόξαις ἄρ' ἂν εὔλογον εἶναι τὸ λέγεσθαι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης ἢ αἰσχρὸς οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ. ἀλλὰ μήποτε ἡ αἰσχρότης ἐστὶν ἐν τῷ κατὰ τὸ κρυπτὸν μόνον παθητικῶς μεμολυσμένῳ, ᾗ καὶ πυρωθείς τις ἀνέστειλεν τὴν ἐπὶ τὴν πορνείαν ἢ τὴν ἐπὶ τὴν ἀκαθαρσίαν ὁρμήν. καὶ ἐν τοῖς ἀνωτέρω δὲ τὰ μὲν κωλύοντα κληρονομίαν ἔχειν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ κατ' ἰδίαν ὀνομάσας φησὶ μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, εἶτα ἐν ἰδίᾳ χώρᾳ διῃρημένῃ ἀπὸ τῶν προτέρων ἐπήνεγκε τὴν αἰσχρότητα καὶ μωρολογίαν καὶ εὐτραπελίαν. ἐπειδὴ δὲ ἐν τοῖς ἀνωτέρω ὑπενοήσαμεν τὴν πλεονεξίαν τετάχθαι ἐπὶ τῆς μοιχείας, ζητ<ῶ>μεν ἐκ τοῦ ἢ πλεονέκτης ὅ ἐστιν εἰδωλολάτρης, πότερον ἀνατρέπεται ἐκείνη ἡ ἐκδοχὴ ἢ ἔτι δύναται χώραν ἔχειν. εὕρομεν δὴ πολλαχοῦ τῶν προφητῶν τὴν εἰδωλολατρίαν πορνείαν ὠνομασμένην, ἐν τῷ ἐπόρνευον ὀπίσω τῶν εἰδώλων αὐτῶν. δύναται δέ τις καὶ τὴν πορνείαν τάξαι ἐπὶ τῆς εἰδωλολατρίας ἐκ τοῦ λέγειν πνεύματι πορνείας ἐπλανήθησαν. ἐὰν δὲ πλεονέκτης ᾖ ὁ ὅθεν μὴ δεῖ περιποιῶν ἑαυτῷ ἀργύριον, εἰδωλολατρία λέγεται ἡ πλεονεξία οἱονεὶ λατρευόντων τοῖς ἐγγεγραμμένοις εἰδώλοις ἐν τοῖς ἀργυρίοις τῶν ἀγαπώντων τὸ ἀργύριον, οἱονεὶ γὰρ οὗτοι συναγαπῶσι τοῖς ἀργυρίοις καὶ τὰ ἐν αὐτοῖς ἐντετυπωμένα εἴδωλα· οἶμαι δέ που καὶ τὴν φιλαργυρίαν εἰδωλολατρίαν ὠνομάσθαι παρὰ τῷ ἀποστόλῳ.