Ancient Greek · ~17 min
Section 31
Origen, Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis) 31.1
Not analysed yet
Eph. vi 1—3 τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν Κυρίῳ, τοῦτο γάρ ἐστι δίκαιον· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ, ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. [Ὠριγένης φησίν] ἀμφίβολόν ἐστι τὸ ῥητόν· ἤτοι γὰρ τοῖς ἐν Κυρίῳ γονεῦσιν χρὴ ὑπακούειν τὰ τέκνα, ἢ ἐν Κυρίῳ δεῖ ὑπακούειν τὰ τέκνα τοῖς γονεῦσιν. καὶ οὐδετέραν γε τῶν ἐκδοχῶν ἀποδοκιμαστέον· τοῖς τε γὰρ ἐν Κυρίῳ γονεῦσιν, ὁποῖος ὁ Παῦλος ἦν Κορινθίων, ὑπακουστέον, <καὶ τοῖς κατὰ σάρκα γονεῦσιν ὑπακουστέον>, ἀλλὰ ἐν Κυρίῳ, προστάττουσιν οὐκ ἐναντία τῷ τοῦ Κυρίου βουλήματι. δίκαιον δὲ τὸ ὑπακούειν καθ' ἑ<κά>τερον. ἅμα δὲ καὶ σημειώσῃ πρὸς ἑτεροδόξους διαχωρίζοντας δίκαιον Θεὸν ἀπὸ ἀγαθοῦ, ὅτι τοῖς μαθηταῖς τοῦ ὥς φασιν ἀγαθοῦ προστάσσει τὸ (ὡς ἂν ἐκεῖνοι λέγοιεν) πρόσταγμα τοῦ ἑτέρου Θεοῦ· εἴγε ὁ ἕτερος δίκαιός ἐστιν, καὶ φησὶν ὁ Παῦλος δίκαιον εἶναι τὸ τὰ τέκνα ὑπακούειν τοῖς γονεῦσιν ἐν Κυρίῳ ἢ ἐν Κυρίῳ ὑπακούειν τοῖς γονεῦσιν. τὸ δὲ ῥητὸν εἴληπται ἀπὸ τῆς Ἐξόδου, οὕτως ἔχον τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου ἵνα εὖ σοι γένηται καὶ ἵνα μακροχρόνιος γένῃ ἐπὶ τῆς γῆς ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι. καὶ ἐνθάδε δὲ ἐκτιθέμενος ὁ ἀπόστολος τὴν λέξιν παραλέλοιπεν τ<ὸ> (μετὰ τὴν μητέρα) σου, καὶ πεποίηκεν ἀντὶ τοῦ καὶ ἵνα μακροχρόνιος γένῃ καὶ ἔσῃ μακροχρόνιος, παραλέλοιπέν τε μετὰ τὸ ἐπὶ τῆς γῆς τὸ ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι. ἔστι δὲ ἡ ἐντολὴ πέμπτη τῆς Δεκαλόγου· διὸ ζητητέον πῶς δεῖ ἐκλαβεῖν τὸ ἥτις ἐστὶν ἐντολὴ πρώτη, πρώτης εἰρημένης ἐντολῆς τὸ οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. τινὲς μὲν οὖν οὕτως ἀνέγνωσαν ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ, ὡς τῶν πρὸ αὐτῆς ἐντολῶν οὐ περιεχουσῶν ἐπαγγελίαν· ἐπὶ γὰρ ταύτης οἴονται πρώτην ἐπαγγελίαν κεῖσθαι τὴν ἵνα εὖ σοι γένηται καὶ ἵνα μακροχρόνιος γένῃ ἐπὶ τῆς γῆς ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι. ἐοίκασιν δὲ οὗτοι μὴ τετηρηκέναι ἐπαγγελίαν κειμένην καὶ ἐπὶ τῆς δευτέρας ἐντολῆς, οὐ ποιήσεις γάρ, φησί, σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς· οὐ προσκυνήσεις αὐτοῖς οὐδ' οὐ μὴ λατρεύσῃς αὐτοῖς. ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου, Θεὸς ζηλωτής, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης γενεᾶς τοῖς μισοῦσί με, καὶ ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσί με καὶ τοῖς φυλάσσουσι τὰ προστάγματά μου· παρατήρει γὰρ ὅτι ἐπαγγελία ἐστὶ τὸ ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσί με καὶ τοῖς φυλάσσουσι τὰ προστάγματά μου. μήποτ' οὖν, ἐπεὶ ἡ Δεκάλογος πρώτη τῷ λαῷ νομοθεσία μετὰ τὸ ἐξελθεῖν τὴν Αἴγυπτον εἴρηται, ἑκάστη τῶν δέκα ἐντολῶν πρώτη ἐστὶν ἐν πρώτοις τῶν ἑξῆς εἰρημένη. ὁ μέντοιγε θέλων ἐπιμένειν τῇ ἀποδόσει τοῦ ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ ἐρεῖ ὅτι ἰδία μέν ἐστι τῆς τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου ἐντολῆς ἡ ἐπαγγελία ἡ ἵνα μακροχρόνιος γένῃ ἐπὶ τῆς γῆς ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι, οὐκ ἰδία δὲ τῆς οὐ ποιήσεις σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα ἡ ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσί με καὶ τοῖς φυλάσσουσι τὰ προστάγματά μου. πάλιν δὲ αὖ καὶ πρὸς τοῦτο ἐνστήσεται ὁ τὴν Δεκάλογον ὅλην περιέχειν πρώτας ἐντολὰς διηγούμενος· ἐρεῖ γὰρ τὸ μακροχρόνιον γενέσθαι ἐπὶ τῆς γῆς ἧς Κύριος ὁ Θεὸς δίδωσι τοῖς ἁγίοις οὐ διὰ μόνην δίδοσθαι τὴν τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου ἐντολὴν ἀλλὰ καὶ δι' ἄλλας μυρίας· δεήσει τε τὸν τοιοῦτον συναγαγεῖν ἐντολὰς αἷς ἐπιφέρεται τὸ ἵνα μακροχρόνιος γένῃ ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι. μετὰ ταῦτα ζητητέον περὶ τῆς χαριζομένης ἐπαγγελίας τὸ μακροχρόνιον ἐπὶ τῆς γῆς ἧς Κύριος ὁ Θεὸς δίδωσι τοῖς ἁγίοις. καὶ οὐκ ἀγνοητέον γε ὅτι κατὰ τὸ ῥητὸν ἡγοῦνται τοῦτο γίνεσθαι οἱ Ἰουδαῖοι· ἀλλ' ὁρῶμεν οὐ πάντως τοῦτο ἀληθές, φησὶ δὲ καὶ ὁ προφήτης οἴμοι ὅτι ἡ παροικία μου ἐμακρύνθη. ζητητέον οὖν τὴν ἀγαθὴν γῆν ἣν Κύριος ὁ Θεὸς ἐν ἐπαγγελίᾳ δίδωσι τῷ καταλιπόντι τὴν πνευματικὴν Αἴγυπτον καὶ μετὰ πάσης μακροθυμίας καὶ ὑπομονῆς ὁδεύσαντι τὴν πνευματικὴν ἔρημον τὴν πολλὴν καὶ φοβεράν, καὶ νικήσαντι οὓς πατάσσει Κύριος βασιλεῖς μεγάλους καὶ οὓς ἀνεῖλεν Κύριος βασιλεῖς κραταιούς.