Ancient Greek
Section 30
Origen, Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis) 30
Not analysed yet
Eph. v 24 [ἀλλὰ ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες τοῖς ἀνδράσιν ἐν παντί.] [Ὠριγένης φησίν] εἰ οὕτως δεῖ τὰς γυναῖκας ὑποτάσσεσθαι τοῖς ἀνδράσιν, ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, ἁγίως καὶ ἀπαθῶς καὶ ἀναμαρτήτως δεήσει βιούσας τὰς γυναῖκας ὑποτάσσεσθαι τοῖς ἀνδράσιν, ὥσπερ ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ ἁγίως καὶ ἀπαθῶς καὶ ἀναμαρτήτως βιοῦσα. v 27. [ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων ἀλλ' ἵνα ᾖ ἁγία καὶ ἄμωμος.] σπῖλοι δέ εἰσιν οἷον φακοὶ γινόμενοι ἐπὶ τοῦ σώματος καὶ μελανίαι καὶ ἀλφοὶ καὶ μυρμηκίαι· τούτων γὰρ περιαιρεθέντων ὡραιοτέρα γένοιτ' ἂν γυνή· καὶ τὰ ἀνάλογον αὐτοῖς νοείσθω γινόμενα καὶ περὶ τὴν ψυχήν, ἅτινα οὐδενός ἐστιν ἢ τοῦ Λόγου περιελεῖν, ἵνα παραστήσῃ ἑαυτῷ, φησί, τὴν ἰδίαν νύμφην μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων ἀλλ' ἵνα ᾖ ἁγία καὶ ἄμωμος. ῥυτίδες δὲ σημεῖόν εἰσι γήρως· οὕτως εἴ τις ἴχνη τοῦ παλαιοῦ ἐπιμένοι ἔχων μὴ ἀεὶ ἀνακαινούμενος, ῥερυτιδῶσθαι ἂν λέγοιτο κατὰ τὴν ψυχήν. [v 31] ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. παρατηρητέον, ὥσπερ καὶ ἐν ἄλλοις πεποιήκαμεν, ὅτι πολλάκις οὐκ αὐταῖς λέξεσιν ἐκτίθενται τὴν παλαιὰν γραφὴν οἱ τὴν καινὴν διαθήκην γράφοντες. καὶ περὶ μὲν τούτου ἐν μὲν τῇ Γενέσει οὕτω γέγραπται ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν, ἐνθάδε δὲ ἀντὶ τοῦ ἕνεκεν τούτου πεποίηκεν ὁ Παῦλος ἀντὶ τούτου, παραλέλοιπέν τε τὸ μετὰ τὸν πατέρα εἰρημένον αὐτοῦ καὶ τὸ μετὰ τὴν μητέρα δεύτερον εἰρημένον αὐτοῦ, ἀλλὰ καὶ τὸ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ.