Ancient Greek · ~19 min
Section 33
Origen, Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis) 33.1
Not analysed yet
Eph. vi 11 [ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου.] [Ὠριγένης δέ φησιν] ἐκ τῶν ἑξῆς καὶ τῶν περὶ τοῦ σωτῆρος ἀναγεγραμμένων ἔστιν εἰπεῖν πανοπλίαν εἶναι τοῦ Θεοῦ τὸν Χριστόν, ὥστε ταὐτὸν εἶναι τὸ ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ τῷ ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστόν. <εἰ> γὰρ ζώνη μέν ἐστιν ἡ ἀλήθεια θώραξ δὲ ἡ δικαιοσύνη, ὁ σωτὴρ δέ ἐστιν ἡ ἀλήθεια καὶ ἡ δικαιοσύνη, δῆλον ὅτι ὁ σωτήρ ἐστιν ἡ ζώνη καὶ ὁ θώραξ. ἀνάλογον δὲ τούτοις αὐτὸς ἂν εἴη ἡ ἑτοιμασία τοῦ εὐαγγελίου τῆς εἰρήνης καὶ ὁ τῆς πίστεως θυρεὸς καὶ ἡ τοῦ σωτηρίου περικεφαλαία καὶ ἡ τοῦ πνεύματος μάχαιρα, ὅπερ ἐστὶ ῥῆμα Θεοῦ ὁ ζῶν λόγος καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον. ποίαν δὲ κἂν ἐπινοῆσαι ἄλλην ἔστιν λέγεσθαι πανοπλίαν Θεοῦ ἣν χρὴ ἐνδύσασθαι τὸν ἐνστης<ό>μενον πρὸς τὰς μεθοδείας τοῦ διαβόλου ἢ τὴν ἀρετὴν ἥτις ἐστὶν ὁ Χριστός; τοῦτον γὰρ κατὰ πάσας τὰς ἐπινοίας αὐτοῦ ἐνδυσάμενος ἱκανὸς ἔσται στῆναι πρὸς πάσας τὰς μεθοδείας τῆς κακίας ἐνεργουμένας ὑπὸ τοῦ πατρὸς αὐτῆς διαβόλου. καὶ καθὸ μὲν τὴν ἀλήθειαν ἔζωσταί τις, οὐκ ἐξελκυσθήσεται ἐπὶ τὸ συγκαταθέσθαι τοῖς ὑπὲρ τοῦ ψεύδους πιθανοῖς καὶ σοφισματώδεσι λόγοις· καθὸ δὲ τὴν δικαιοσύνην ἠμφίεσται, ἄτρωτος ἔσται ἀπὸ τῶν βελῶν τῆς ἀδικίας, οὐδενὸς αὐτῶν καθικνουμένου καὶ ἄδικον ποιοῦντος τὸν ἐνδεδυμένον τὴν δικαιοσύνην. καὶ ὁ ὑποδησάμενος δὲ καλὰ ὑποδήματα τῆς ἑτοιμασίας τοῦ εὐαγγελίου τῆς εἰρήνης, ὡς ἕτοιμος καὶ ἑτοιμάσας εἰς τὴν ἔξοδον τὰ ἔργα αὐτοῦ, καὶ διὰ τοῦτο εἰρήνης ἄνθρωπος γεγονώς, οὔτε πολεμικόν τι καὶ στασιῶδες ἐργάσεται οὔτε τοῖς ἀνετοίμοις συγκαταδικασθήσεται. χώραν τε οὐχ ἕξει ἡ ἐχθρὰ τῇ σωτηρίᾳ τοῦ τῶν ἀνθρώπων γένους ἀπιστία, ἔνθα ὁ τῆς πίστεως ἐστὶ θυρεός· ἄθραυστός τε διαφυλαχθήσεται τὴν κεφαλὴν τῆς ψυχῆς, ἐν ᾗ ἐστι τὰ θεῖα καὶ νοητὰ αἰσθητήρια, ὁ τὴν περικεφαλαίαν τοῦ σωτηρίου περικείμενος. ἀλλὰ καὶ ὡς γενναῖος στρατιώτης πάντα τὰ πολέμια τῇ ἀληθείᾳ δόγματα κατακόψει καὶ ἀνελεῖ ὁ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστιν ῥῆμα Κυρίου, κρατῶν. [vi 12] ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. νομίζω πρὸς αἷμα καὶ σάρκα εἶναι <πάλην> τοὺς λεγομένους παρ' αὐτῷ ἀνθρωπίνους πειρασμούς, ὅτε ἡ σὰρξ ἐπιθυμοῦσα κατὰ τοῦ πνεύματος προσκαλεῖται ἡμᾶς ἐπὶ τὸ ποιῆσαι τὰ ἔργα αὐτῆς. οὐκέτι δὲ ἀνθρώπινος πειρασμὸς οὐδὲ πρὸς αἷμα καὶ σάρκα ἡ πάλη, ὅτε ἤτοι ὁ Σατανᾶς μετασχηματιζόμενος εἰς ἄγγελον φωτὸς ἀγωνίζεται ἡμᾶς πεῖσαι προσέχειν αὐτῷ ὡς ἀγγέλῳ φωτός, ἤ τι τῶν παραπλησίων τούτοις, ἃ γίνεται ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασι ψεύδους καὶ ἐν πάσῃ ἀπάτῃ ἀδικίας. καὶ εἰ πείσαι δέ τινα ὁ ἐχθρὸς παραδέξασθαι αὐτὸν ὡς Κύριον ἐροῦντα ἐν αὐτῷ τάδε λέγει Κύριος, ὥστε καὶ ὑπολαβεῖν τινα ἑαυτὸν προφήτην γεγονέναι τοῦ τῶν ὅλων Θεοῦ, ταῦτ' ἂν ποιήσαι οὐχ ὡς αἷμα καὶ σὰρξ ἢ ἀνθρώπινος πειρασμὸς παλαίσας τῷ μέχρι τούτων ἑαυτὸν φρουρήσαντι· διόπερ οὐδαμῶς δοτέον <τόπον> τῷ διαβόλῳ. ἐρεῖ δέ τις τὸ οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα ἀλλὰ πρὸς τὰς ἀρχὰς πρὸς τὰς ἐξουσίας καὶ τὰ ἑξῆς λέγεσθαι ἵνα διδασκώμεθα μηδὲ τὰ νομιζόμενα ἀπὸ τοῦ φρονήματος ἔρχεσθαι τῆς σαρκὸς ἡμῖν ἁμαρτήματα πρῶτον νομίζειν ἔρχεσθαι ἡμῖν ἀπὸ τῆς σαρκὸς καὶ τοῦ αἵματος, ἀλλ' ἀπό τινων δυνάμεων ταῦτα ἐνεργουσῶν· εἰσὶ γάρ τινες δαίμονες ἐνεργοῦντες τοὺς ἔρωτας καὶ τὰ φίλτρα, ὡς δηλοῖ καὶ ὁ προφήτης λέγων πνεύματι πορνείας ἐπλανήθησαν. τὸ δ' ὅμοιον εἰπεῖν καὶ περὶ ἄλλων δαιμόνων θυμὸν καὶ ὀργὴν ἐμποιούντων, οὓς ἀνακ<αλοῦ>ντες καὶ οἱ περίεργοι λέγονται θυμοκάτοχ<όν> τινα ποιεῖν. τὸ μισεῖν δὲ οὐ χωρὶς τῶν ἐνεργούντων ποιοῦμεν ὅτε μισοῦμεν δαιμόνων· καὶ τοῦτο δέ τις ἐκ τῶν λεγομένων μισήτρων οὐκ ἀτόπως κατασκευάσει. ἐπεὶ οὖν βούλεται, φησίν, ἡμᾶς ὁ ἀπόστολος διδάξαι οὐκ ἀπὸ τῆς φύσεως τοῦ σώματος ἔρχεσθαι ἡμῖν τὸ ἁμαρτάνειν, διὰ τοῦτο λέγει οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας καὶ τὰ ἑξῆς. ζητοῦντες δὲ ἀπὸ ποίων παλαιῶν ὠφελημένος γραφῶν ὁ Παῦλος ταῦτά φησιν ἀποκαλυφθεισῶν αὐτῷ καὶ φανερωθεισῶν, στοχαζόμεθα ὅτι ἐκ τῶν ἀναγεγραμμένων περὶ πολέμων καὶ μονομαχιῶν, οἷον τοῦ Δαβὶδ πρὸς τὸν Γολιὰθ καὶ τῶν υἱῶν Ἰσραὴλ πρὸς τοὺς ἀλλοφύλους ἢ τὰ ἔθνη οἷς ἀνταγωνιζόμενοι νενικήκασιν· εἰκὸς γὰρ ἕκαστον ἐκείνων σύμβολον εἶναι πνευματικῶν ἀρχῶν ἡττωμένων ἢ περιγινομένων. ἡ πάλη οὖν ἐστιν ἡμῖν πρὸς ἐξουσίας οὐχ ὁρατάς τινας καὶ σαρκίνας, καὶ κοσμοκράτορας τοῦ περιέχοντος τὸ τῶν ἀνθρώπων γένος σκότους, καὶ πρὸς τὰ τῆς πονηρίας πνεύματα οἰκοῦντα τὸν ἐπουράνιον τόπον, τουτέστιν τὸν ἀέρα· καὶ ἐν ἄλλοις γοῦν εἶπεν ἐν οἷς περιεπατήσατέ ποτε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς ἀπειθείας. ἔοικεν γὰρ ὁ περικεχυμένος ἡμῖν ἀὴρ πεπληρῶσθαι δυνάμεων ἀντικειμένων.