Ancient Greek
Section 34
Origen, Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis) 34
Not analysed yet
Eph. vi 13 ἵνα δυνηθῆτε ἀντιστῆναι, φησί, ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ. [Ὠριγένης] ὁ ἀντιστῆναι ζητῶν ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ ὀφείλει ἔχειν τὴν πανοπλίαν τοῦ Θεοῦ ἣν ἐξέθετο ὁ ἀπόστολος, δι' ἣν ὁ ἐξ ἐναντίας ἐντραπήσεται οὐδὲν ἔχων περὶ ἡμῶν λέγειν φαῦλον ὁ διάβολος καὶ κατήγορος τῶν ἀδελφῶν ἡμῶν καὶ ἀπατῶν ὡς ἰδίους καὶ τῆς μερίδος αὐτοῦ γεγενημένους τοὺς ἁμαρτωλούς. ἄλλος δέ τις ἐρεῖ τὸν ἐνεστῶτα αἰῶνα εἶναι πονηρὰν ἡμέραν. τρίτος δὲ παρὰ τὰς δύο ἐκδοχὰς ἔσται τις λόγος λέγων μὴ πέρας ἔχειν τὸν ἀγῶνα τῷ τὸν βίον τοῦτον ἐξεληλυθότι, ἀλλὰ καὶ τὸν ἐνταῦθα νενικηκότα καὶ ἐν ἄλλῃ πονηρᾷ ἡμέρᾳ μέλλειν ἀγωνίζεσθαι πρὸς τὰς ἀντικειμένας ἐνεργείας ἐπιφαινομένας. [vi 14] στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ. καὶ ἐν τῷ κατὰ Λουκᾶν γέγραπται ἔστωσαν αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι. τίς δὲ ἡ ζώνη νῦν γινώσκομεν· ὁ τὰ τῆς γεννήσεως συστείλας πράγματα καὶ μηκέτι αὐτῇ ὑπηρετῶν ἀλλὰ σπεύδων ἐπὶ τὴν ἀθανασίαν, τὴν ὀσφὺν ζώννυται. [vi 14] καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης. ὥσπερ δυσπαθέστερός ἐστιν βαλλόμενος ὑπὸ τῶν ἐχθρῶν ὁ θώρακα ἐνδυσάμενος, καὶ μάλιστα κατὰ τὰ κ<αι>ριώτερα δυσπαθέστερος, οὕτως ὁ τὴν δικαιοσύνην ἠμφιεσμένος οὐκ ἂν τρωθείη οὔτε ὡς ἔλαφος τοξεύματι πεπληγὼς εἰς τὸ ἧπαρ, οὔτε γὰρ εἰς θυμὸν οὔτε εἰς ἐπιθυμίαν ἐμπεσεῖται, ἀλλὰ καὶ καθαρὸς τὴν καρδίαν μενεῖ, τῷ ἐνδεδύσθαι τῆς δικαιοσύνης τὸν θώρακα κεχαλκευμένον αὐτῷ ἀπὸ τοῦ τεχνίτου τῶν ὅλων Θεοῦ, ὅστις ἑκάστῳ τῶν ἁ<γ>ίων κατασκευάσα<ς> δίδωσι τὴν πανοπλίαν. [vi 15] καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης. παρατήρει ὅτι δύναμίν τινα τῆς ψυχῆς πόδας ὠνόμασεν, οἷς οἱονεὶ ὁδεύομεν βαδίζοντες τὸν εἰπόντα ἐγώ εἰμι ἡ ὁδός, οὕστινας ὑποδῆσαι δεῖ τῇ ἑτοιμότητι τοῦ τῆς εἰρήνης εὐαγγελίου. οἶμαι δὲ τούτων τῶν ὑποδημάτων σύμβολα εἶναι τὰ ἐν τῇ Ἐξόδῳ ἀναγεγραμμένα ὑποδήματα ἅπερ ἐχρῆν ἔχειν τοὺς ἐσθίοντας τὸ πάσχα καὶ ἑτοίμους ὄντας πρὸς τὴν ὁδοιπορίαν. οὕτω γάρ φησι, φάγεσθε αὐτό· αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι καὶ τὰ ὑποδήματα ὑμῶν ἐν τοῖς ποσὶν ὑμῶν καὶ αἱ βακτηρίαι ὑμῶν ἐν ταῖς χερσὶν ὑμῶν, καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς· πάσχα ἐστὶ Κυρίου. ἑτοιμότητος γὰρ καὶ τὸ ἐσθίειν μετὰ σπουδῆς καὶ τὸ ὑποδεδεμένον ἐσθίειν, ἵνα ἰσχυροποιηθέντες ὑπὸ τῶν τροφῶν ὁδεῦσαι δυνηθῶσιν. ὁ μὲν οὖν ὁδεύων ὑποδεδέσθω, ὁ δὲ φθάσας ἐπὶ τὴν ἁγίαν γῆν ὑπολυέσθω· λῦσαι γάρ, φησί, τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου, ὁ γὰρ τόπος ἐν ᾧ ἕστηκας γῆ ἁγία ἐστί. διὰ τοῦτο ὁ μὲν μὴ ἀπόστολος ὑποδεδέσθω τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης· ὁ δὲ ἀπόστολος μηκέτι ὑποδήματα αἰρέτω εἰς ὁδόν, ἤδη τελειωθεὶς καὶ ὢν ἐν τῷ τόπῳ ὅπου καὶ ἑστηκὼς καὶ περιπατῶν ἐν γῇ ἁγίᾳ ἐστί, ζῶν ἐν Χριστῷ.