Ancient Greek
Section 6
Origen, Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis) 6
Not analysed yet
Eph. i 10 ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν Χριστῷ τὰ ἐπὶ τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, ἐν αὐτῷ. [Ὠριγένης φησί] τὸ ὄνομα τῆς ‘ἀνακεφαλαιώσεως’ εἴρηται ἐπὶ τῶν τραπεζ<ι>τικῶν καὶ τῶν παραπλησίων συμψηφιζομένων λόγων καὶ εἰς ἓν κεφάλαιον συναγομένων δόσεων καὶ ἀναλωμάτων ἢ λήψεων, ὅθεν οἴομαι καὶ τὸν ἀπόστολον ἐνταῦθα κεχρῆσθαι τῇ λέξει. πολλῶν γὰρ ὄντων λόγων τῆς οἰκονομίας τῶν ἐν οὐρανοῖς καὶ διοικήσεως τῶν ἐπὶ γῆς, πάντων, ἅτε ἑνὸς τοῦ σύμπαντος κόσμου μερῶν τυγχανόντων, συμπνεόντων καὶ συννευόντων εἰς ἓν ἀποτέλεσμα, ‘ἀνακεφαλαίωσίς’ ἐστιν ἐν τῷ Χριστῷ. οὐ μόνον γὰρ οἱ κατακερματισμοὶ τῶν οἰκονομουμένων καὶ οἱ καθ' ἕνα λόγοι τῶν διοικουμένων εἰσὶν ἐν τῷ τοῦ Θεοῦ Λόγῳ καὶ τῇ Σοφίᾳ αὐτοῦ, ἀλλὰ καὶ ἡ ἀνακεφαλαίωσις καὶ (ὡσὰν εἴποι τις) συγκεφαλαίωσις πάντων. ‘κεφάλαιον’ λέγεται πολλάκις καὶ τὸ περιληπτικὸν νόημα· κεφάλαιον γοῦν, φησίν, ἐπὶ τοῖς λεγομένοις, καὶ κεφαλαίωσον ἐν ὀλίγοις πολλά. κεφάλαιον δὲ λέγεται, ὡς οἶμαι, ἀπὸ τοῦ καὶ τὴν κεφαλὴν ἡμῶν ἅπαντα ἔχειν ἐν αὐτῇ καὶ τὰ ὅλα ἡμῶν τῆς ζωῆς αἰσθητήρια ὡς ἐν κεφαλαίῳ.