Ancient Greek
Section 7
Origen, Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis) 7
Not analysed yet
Eph. i 11 [τοῦ τὰ πάντα ἐνεργοῦντος κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ.] [Ὠριγένης φησίν] ὅσα ἐνεργεῖ ὁ Θεὸς καὶ πράττει καὶ ἐπιτελεῖ, ταῦτα πάντα κατὰ τὴν ἰδίαν βουλὴν τοῦ θελήματος αὐτοῦ ἐνεργεῖ· οὐδὲν γάρ ἐστιν ὃ δύναται αὐτὸν ποιῆσαι πρᾶξαί τι παρὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ· πάντων γὰρ κρατεῖ καὶ ἄρχει τῶν ὅλων. ἵνα δὲ τὸ περιεσκεμμένον ὁ Παῦλος παραστήσῃ τῶν ἐνεργειῶν τοῦ Θεοῦ κατὰ τὸ θέλημα αὐτοῦ γινομένων, προέταξε τοῦ θελήματος τὴν βουλήν. πάντων γὰρ μᾶλλον ὁ Θεὸς μετὰ βουλῆς πάντα ποιεῖ. διόπερ πάντα ἐνεργεῖ κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ.