Ancient Greek
Section 9
Origen, Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis) 9.1
Not analysed yet
Eph. i 15—17 [Διὰ τοῦτο κἀγώ, ἀκούσας τὴν καθ' ὑμᾶς πίστιν ἐν τῷ κυρίῳ Ἰησοῦ καὶ τὴν εἰς πάντας τοὺς ἁγίους, οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν μνείαν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως, ἐν ἐπιγνώσει αὐτοῦ πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας.] [Ὠριγένης φησί] δόξει σόλοικον εἶναι τὸ ἐν ἐπιγνώσει αὐτοῦ πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας εἰ μὴ ὡς ὑπερβατὸν αὐτὸ ἀποδῶμεν· διόπερ τὸ ἑξῆς τῆς συμφράσεως οὕτως ἔχειν οἰόμεθα διὰ τοῦτο κἀγὼ ἀκούσας τὴν καθ' ὑμᾶς πίστιν ἐν τῷ κυρίῳ Ἰησοῦ ἐν ἐπιγνώσει αὐτοῦ πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας, καὶ τὴν εἰς πάντας τοὺς ἁγίους, οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἵνα ὁ Θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως, εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως ὑμῶν καὶ τὰ ἑξῆς. εἰ ὁ πατὴρ ὑποκειμένου καὶ οὐσιώδους ἐστὶ πατήρ, λέγεται δὲ καὶ τῆς δόξης πατήρ, δηλονότι ἡ δόξα ὑποκείμενόν τί ἐστι καὶ οὐσιωμένον· καὶ μήποτε ὁ σωτὴρ ἡμῶν, ὥσπερ ἐστὶ Λόγος καὶ Σοφία καὶ Ἀλήθεια καὶ Εἰρήνη καὶ Δικαιοσύνη, οὕτω καὶ Δόξα· καὶ εἴ ποτε ὦφθαι ἀναγέγραπται Δόξα Θεοῦ, οὐκ ἄλλο τι νοητέον ὦφθαι ἢ τὸν υἱὸν τοῦ Θεοῦ. τὸ μὲν οὖν πνεῦμα τῆς σοφίας σοφὸν ποιεῖ, τὸ δὲ πνεῦμα τῆς ἀποκαλύψεως περιαιρεῖ ἀπὸ τῆς καρδίας τὸ κάλυμμα, ἵνα ἀνακεκαλυμμένῳ τις προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενος τὴν αὐτὴν εἰκόνα μεταμορφ<ῶ>ται ἀπὸ δόξης εἰς δόξαν. οὐδεὶς οὖν μὴ σοφὸς ἔχει πνεῦμα σοφίας, καὶ οὐδεὶς τ<ῶν> ἡνίκα ἀναγινώσκηται Μωσῆς κάλυμμα ἔτι ἐχόντων ἐπὶ τὴν καρδίαν ἤδη εἴληφε τὸ τῆς ἀποκαλύψεως πνεῦμα· εἰ μὴ <ἄ>ρα τὸ πνεῦμα τῆς σοφίας προσότητι τῶν θεωρημάτων τῆς σοφίας διαφόρως σοφοὺς ποιεῖ, καὶ ποσότητι τῆς περιαιρέσεως τῶν ἐπὶ τοῖς γράμμασι καλυμμάτων οὐχ ὁμοίως διακονεῖ τὴν ἀποκάλυψιν ὧν περιαιρεῖται τὸ κάλυμμα. πρὸς τούτοις ἀκουστέον τὸ ἐν ἐπιγνώσει αὐτοῦ πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας· εἰ γὰρ μὴ ταὐτόν ἐστι γνῶσις Θεοῦ καὶ ἐπίγνωσις Θεοῦ ἀλλ' ὁ ἐπιγινώσκων οἱονεὶ ἀναγνωρίζει ὃ πάλαι εἰδὼς ἐπελέληστο, ὅσοι ἐν ἐπιγνώσει γίνονται Θεοῦ πάλαι ᾔδεσαν αὐτόν· διόπερ μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς. ἐμφαίνει δὲ τὴν ἀσώματον φύσιν καὶ νοητὴν τοῦ ἡγεμονικοῦ ἡμῶν καὶ τοῦ ἀληθινοῦ φωτὸς τὸ πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας. [i 18—20] εἰς τὸ εἰδέναι <ὑ>μᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις, καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ ἐγείρας αὐτὸν ἐκ νεκρῶν. [Ὠριγένους] ἡ κλῆσις τοῦ Θεοῦ ἐλπίδα ἔχει, ἣν χρὴ γνῶναι ἀπὸ πολλῆς προσοχῆς βίου καὶ ἐντρεχείας νοῦ· καὶ ἡ κληρονομία αὐτοῦ πλοῦτον ἔχει δόξης πολλῆς ἐν τοῖς ἁγίοις ἄνω τόποις. ᾧ κατὰ τὴν εὐχὴν τοῦ Παύλου δίδοται τὸ πνεῦμα τῆς σοφίας καὶ τῆς ἀποκαλύψεως, αὐτὸς εἴσεται τὰ ἀποκείμενα τοῖς καλουμένοις καὶ θεωρήσει τὰ ἐλπιζόμενα, ὄντα πλοῦτον δόξης τῆς κατὰ τὴν κληρονομίαν αὐτοῦ, ἣν δίδωσι τοῖς ἐπὶ τὴν ἁγίαν ταύτην καλουμένοις κληρονομίαν. ζητήσεις δὲ εἰ ἔστι καὶ αὐτὸς ὁ Θεὸς τῶν ἁγίων κληρονομία, ὡς καὶ οὕτως νοεῖσθαι τοὺς κληρονόμους τοῦ Θεοῦ, ἵνα, ὥσπερ λέγομεν κληρονόμους χωρίων καὶ κληρονόμους οἰκιῶν τὴν κληρονομίαν τάσσοντες ἐπὶ τῶν κτημάτων, οὕτως νοήσωμεν καὶ τοὺς κληρονόμους τοῦ Θεοῦ. καὶ ἔχεταί γε τοιαύτης διανοίας ὁ λέγων νόμος τοῖς δὲ υἱοῖς Λευῒ οὐ δώσεις κλῆρον ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν, ὅτι ἐγὼ μερὶς αὐτῶν, λέγει Κύριος, καὶ ἀλλαχοῦ Κύριος κληρονομία αὐτῶν. γίνεται τοίνυν ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας τοῦ Θεοῦ ἐν τῷ νῷ τῶν ἁγίων τὰ τοσαῦτα τῆς τοῦ Θεοῦ θεωρίας καὶ τοῦ Λόγου αὐτοῦ χωρησόντων ὑπερβάλλοντι μεγέθει δυνάμεως Θεοῦ τῷ εἰς τοὺς ἁγίους καὶ πιστεύοντας. οὐ γὰρ τῆς τυχούσης δυνάμεως ἀπὸ Θεοῦ ἡμῖν χρεία ἐστὶν εἰς τὸ εἰδέναι τί ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις, ἀλλὰ μεγέθους δυνάμεως αὐτοῦ ἐγγινομένου εἰς ἡμᾶς τοὺς πιστεύοντας ἀπ' αὐτοῦ, καὶ ἐγγινομένου κατὰ τὴν ἐνέργειαν τῆς πάντων κρατούσης ἰσχύος αὐτοῦ, ἥτις κράτος ἰσχύος αὐτοῦ παρὰ τῷ Παύλῳ νῦν ὠνόμασται· ταύτῃ δὲ τῇ ἐνεργείᾳ τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ χρησάμενος ἐνήργησεν ἃ ἐνήργησεν ἐν τῷ Χριστῷ ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. [i 20—23] καὶ καθίσας ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ, ἥτις ἐστι τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. σωματικῷ χαρακτῆρι ἡγητέον ταῦτα εἰρῆσθαι, οὐχ ὡς καθεδρῶν τινων ἢ θρόνων αἰσθητῶν κειμένων ἐν οὐρανοῖς ἐφ' ὧν καθέζεται ὁ πατὴρ καὶ ὁ υἱὸς ἐκ δεξιῶν τοῦ πατρός· οὕτω γὰρ νοοῦντες οὐκ ἂν τῆς θείας φύσεως ἀξίως ταῦτα λέγοιμεν. οὐδὲ γὰρ αὐτῷ Θεῷ σωματικῶς ὑπόκειται ἡ γῆ καθεζομένῳ ἐν οὐρανῷ, ὡς ὑποπόδιον τῶν ποδῶν αὐτοῦ. πῶς γὰρ ὁ οὐρανὸς θρόνος εἶναι δύναται, τῇ σπιθαμῇ αὐτοῦ μεμετρημένος; καὶ ἡ γῆ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ, καὶ αὐτὴ τῇ δρακὶ αὐτοῦ ἐμπεριειλημμένη; φησὶ γὰρ ὁ Ἠσαίας τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί; ἡγοῦμαι οὖν καὶ τὸ πλησίον εἶναι Θεοῦ καὶ τὸ πόρρω αὐτοῦ νοητά, πάντων μὲν τῶν ἁγίων καὶ κατὰ βούλημα τοῦ πατρὸς τῶν ὅλων βιούντων καὶ ἐγγιζόντων Θεῷ, τῶν δὲ ἀσεβῶν πόρρω αὐτοῦ τυγχανόντων, περὶ ὧν φησὶν ὁ προφήτης ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται. ὥσπερ οὖν νενόηται τίς ὁ πλησίον Θεοῦ καὶ τίς ὁ πόρρω αὐτοῦ, οὕτως ἡγητέον τοὺς μὲν ἁγίους ἐν τοῖς δεξιοῖς εἶναι αὐτοῦ λέγεσθαι τοὺς δὲ ἀσεβεῖς οἱονεὶ ἐν τοῖς ἀριστεροῖς, ὥσπερ καὶ ὁ σωτήρ φησι στήσει τὰ πρόβατα ἐκ δεξιῶν τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. ἀλλὰ καὶ τὸ καθίσας ἐν δεξιᾷ τοιοῦτόν ἐστιν ‘ἱδρύσας καὶ βασιλείαν αὐτῷ καὶ ἀρχὴν δωρησάμενος,’ καθ' ἣν ἐπιστατεῖ καὶ ἄρχει τῶν ἁγίων, ὠφελῶν αὐτοὺς καὶ μεταδιδοὺς ἑαυτοῦ, ὁ ὑπεράνω πάντων γενόμενος Ἰησοῦς διὰ τὴν φιλάνθρωπον εἰς πάντα οἰκονομίαν. πολλὰ μὲν οὖν τὰ ἄρχοντα καὶ ἡγούμενα τῶν δεομένων τῆς παρ' αὐτοῦ ἐπιστασίας καὶ πολλὰ τὰ ἐξουσιάζοντα καὶ πολλὰ τὰ κυριεύοντα, πολλὰ δὲ καὶ τὰ τῆς ἰδίας δυνάμεως μεταδιδόντα, τινὰ μὲν ἐν τῷ αἰῶνι τούτῳ, τινὰ δὲ καὶ ἐν τῷ μέλλοντι ἐνεργήσοντα· οὐδὲν δὲ τούτων ἄρχει ἀρχὴν ἡλίκην ὁ υἱός. δεῖται γὰρ πάντα τὰ ἄρχοντα αὐτοῦ ἄρχοντος αὐτῶν· ἀλλὰ καὶ ἐξουσίαι βέλτιον ἐξουσιάσουσιν ὑπὸ τὴν ἐξουσίαν ὄντες τοῦ Χριστοῦ, ὑπερεχούσης τῆς τοῦ Θεοῦ δυνάμεως παρὰ πᾶσαν τὴν λοιπὴν δύναμιν· ἀλλὰ κἂν ἄγηταί τινα ἐπὶ συμφέρουσαν δουλείαν ὑπὸ τῶν καλῶς κυριευόντων, ἀνάγκη ταῦτα τὰ κυριεύοντα λαμβάνοντα τὴν ἐπιστήμην τοῦ κυριεύειν ἀπὸ τοῦ κυρίου τῶν κυριευόντων κυριεύειν ὧν κυριεύει. ὅθεν ὁ ἐγείρας ἐκ νεκρῶν τὸν Χριστὸν ἐκάθισεν αὐτὸν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις, ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· εἰκὸς γὰρ εἶναί τινα καὶ ἄρρητα καὶ ἀνεκδιήγητα κατὰ τὴν διάταξιν τῶν ὅλων ἡμῖν οὐ ληπτὰ ὀνόματα ὀνομαζόμενα, τινὰ μὲν ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ <τινὰ> ἐν τῷ μέλλοντι. πόθεν δὲ τῷ ἀποστόλῳ τὰ ὀνόματα ταῦτα ἢ ἀπὸ τοῦ ἀποκαλύψαντος αὐτῷ ἁγίου πνεύματος; πῶς δὲ εἴρηται καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ ἐξεταστέον, φανεροῦ ὄντος ὅτι μυρίοι ὅσοι εἰσὶν οἱ ἔτι ἀνυποτακτοῦντες τῷ Λόγῳ τοῦ Θεοῦ. οὔπω γὰρ ἔτι ὁρῶμεν τὰ πάντα ὑποτεταγμένα· καὶ τὸ δεῖ δὲ αὐτὸν βασιλεύειν ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ δηλοῖ τὸ μηδέπω πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ εἶναι. ὁ μὲν οὖν τις ἐρεῖ ὅτι κατὰ πρόγνωσιν εἴρηται καὶ τοῦτο. ἕτερος δέ, τὴν κατάταξιν τοῦ Θεοῦ ᾗ κατατάσσει ἕκαστον εἴς τι τάγμα παριστάς, ἐρεῖ τόδε· πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ ὅσα τῆς τάξεώς ἐστι τῶν ὑποτασσομένων. καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ, ἥτις ἐστι τὸ σῶμα αὐτοῦ, <τὸ πλήρωμα> τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. σῶμα Χριστοῦ εὑρίσκοντες λεγομένην τὴν ἐκκλησίαν, ζητοῦμεν πότερόν ποτε, ὡς παρὰ τὴν κεφαλὴν τὸ λοιπὸν σῶμα, ὄργανον τῆς κεφαλῆς δεῖ αὐτὴν νοεῖν, ἢ ὥσπερ τοῦ ἀνθρώπου σῶμα, οὗ σώματος μέρος ἐστὶν ἡ κεφαλή, οὕτως Χριστοῦ σῶμά ἐστι ψυχούμενον ὑπὸ τῆς θειότητος αὐτοῦ καὶ πληρούμενον ὑπὸ τοῦ πνεύματος αὐτοῦ ἡ πᾶσα ἐκκλησία Χριστοῦ, ἢ ἄλλως πως δεῖ ταῦτα ἐκλαμβάνειν. ἐὰν μέντοιγε τὸ δεύτερον ᾖ, ἔσται τὸ μὲν ἀνθρωπικώτερον αὐτοῦ καὶ αὐτὸ μέρος τυγχάνον τοῦ ὅλου σώματος, τὸ δὲ θεῖον καὶ ζωοποιο<ῦ>ν πᾶσαν τὴν ἐκκλησίαν ἡ ὡσπερεὶ ψυχοῦσα αὐτὴν δύναμις θεία. πῶς δὲ ἡ ἐκκλησία οὖσα σῶμα Χριστοῦ πλήρωμά ἐστι τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου θέλομεν γνῶναι, καὶ διατί οὐ λέγεται τοῦ τὰ πάντα ἐν πᾶσι πληροῦντος ἀλλὰ τοῦ πληρουμένου. δόξει γὰρ ἀκολουθότερον ἂν εἰρῆσθαι τὸ τὸν Χριστὸν εἶναι τὸν πληροῦντα, οὐχὶ δὲ τὸν πληρούμενον· αὐτὸς γὰρ οὐ μόνον νόμου ἐστὶ πλήρωμα, ἀλλὰ καὶ πάντων τῶν πληρωμάτων ἐστὶ πλήρωμα, οὐκ ἂν χωρὶς αὐτοῦ τινὸς πλήρους γινομένου. ὅρα δὲ εἰ δύναται πρὸς ταῦτα οὕτως ἀπαντῆσαι ὁ λέγων ὅτι, καθάπερ διὰ τὴν πολλὴν σχέσιν καὶ κοινωνίαν τοῦ υἱοῦ πρὸς τὰ λογικὰ ὥσπερ πλήρωμά ἐστι πάντων τῶν λογικῶν ὁ υἱὸς τοῦ Θεοῦ, οὕτως καὶ αὐτὸς ὡσπερεὶ πλήρωμα εἰς ἑαυτὸν ἀναλαμβάνει, πληρέστατος ἀποδεικνύμενος καθ' ἕκαστον τῶν μακαρίων. καὶ ἵνα γε σαφέστερον γένηται τὸ λεγόμενον, ἐννόει βασιλέα μὲν πληρούμενον τῆς βασιλείας καθ' ἕκαστον τῶν αὐξόντων τὴν βασιλείαν, κενούμενον δὲ ταύτης ἐν τοῖς ἀφισταμένοις· τούτου τοῦ βασιλέως οὐδὲν δὲ ὅ<λ>ως ἁρμοδιώτερον τῇ Χριστοῦ φιλανθρώπῳ ἐστὶ βασιλείᾳ, ἑκάστου τῶν συμπληρούντων αὐτὴν εὐεργετουμένων ὑπ' αὐτοῦ λογικῶ<ς> καὶ τελειουμένων, οἵτινες προσφεύγοντες αὐτῷ συμπληροῦσιν αὐτοῦ τὸ σῶμα, κενόν πως ὂν ὅτε λείπει τῶν εὐεργετουμένων. διὸ πληροῦται ἐν πᾶσι τοῖς προσιοῦσιν ὁ Χριστός, λείπων τούτοις πρὶν προσέλθωσιν. [ii 1—5] Καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις ὑμῶν, ἐν αἷς ποτε περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, ἐν οἷς καὶ <ἡ>μεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἦμεν τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί· ὁ δὲ Θεὸς πλούσιος ὢν ἐν ἐλέει διὰ πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς, καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι συνεζωοποίησε τῷ Χριστῷ. τὸ ἑξῆς ἐστι· καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις ὑμῶν συνεζωοποίησε τῷ Χριστῷ ὁ Θεός, πλούσιος ὢν ἐν ἐλέει διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς· καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν, ἐν οἷς ποτε περιεπατήσαμεν κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἦμεν φύσει τέκνα ὀργῆς, συνεζωοποίησε τῷ Χριστῷ. τὸν δὲ σύνδεσμον το<ῦ τ>όπου ὁ δὲ Θεὸς πλούσιος ὢν ἐν ἐλέει ἡγούμεθα ἤτοι παρεμβεβλῆσθαι μάτην ἐν τοῖς ἀντιγράφοις ἢ ὡς ὑπ' ἰδιώτου τῷ λόγῳ Παύλου μὴ τεθεωρῆσθαι παρέλκοντα. σαφῶς δὲ θάνατος τῆς ψυχῆς εἶναι λέγεται τὰ ἁμαρτήματα, ἐκ τοῦ καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις ὑμῶν. καὶ ἐπεὶ ἴδιόν ἐστι τῆς γραφῆς ὄνομα τὸ ‘παράπτωμα,’ ἐξεταστέον εἰ διαφέρει τῆς ‘ἁμαρτίας,’ καὶ μάλιστα ἐπειδὴ ἐνθάδε συμπεπλεγμένως εἴρηται τὸ καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις ὑμῶν. καὶ ζητοῦμεν εἰ τὰ κακῶς ἡμῖν ἤδη τετελεσμένα ‘ἁμαρτίαι’ ἡμῶν λέγονται, αἱ δὲ ἀρχαὶ τούτων, οἱονεὶ μηδέπω πτώματα οὖσαι ἀλλ' ὁδεύουσαι ἐπὶ τὸ καὶ πεσεῖν ἡμᾶς, ‘παραπτώματα.’ καὶ τάχα διὰ τοῦτο ἐν τῷ ὀκτωκαιδεκάτῳ λέγεται ψαλμῷ παραπτώματα τίς συνήσει; τῷ τὸν συνιέντα τὰς ῥίζας καὶ τὰς ἀρχὰς ἁμαρτημάτων οὔσας ‘παραπτώματα’ δύνασθαι ἂν καὶ φυλάττεσθαι πρὸς τὸ μὴ ὑποπεσεῖν καὶ ταῖς ‘ἁμαρτίαις.’ τί ἐστι κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου περιπατεῖν, καὶ οὐχὶ κατὰ τὸν αἰῶνα τοῦ κρείττονος κόσμου ἐφ' ὃν οἱ ἅγιοι σπεύδουσιν; ὁ μὲν οὖν τις ἁπλούστερον αἰῶνα τοῦ κόσμου τούτου ἡγήσεται τὸν συμπαρεκτεινόμενον χρόνον τῇ τούτου τοῦ κόσμου ἀπ' ἀρχῆς μεχρὶ τέλους κατασκευῇ. ἄλλος δὲ ἐκ τοῦ ἑξῆς ὑπονοήσει μὴ ἄρα ὁ αὐτός ἐστιν ὁ ἄρχων τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας καὶ ὁ αἰὼν τοῦ κόσμου τούτου, ἐπείπερ ὡς καθ' ἑνὸς τέτακται ταῦτα πάντα, λέγοντος Παύλου ἐν αἷς ποτε περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος· καὶ ἐν τῇ πρὸς Γαλάτας δὲ τὸ ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ νομίσει δηλοῦν ὅτι ζῷον πονηρόν ἐστιν ὁ ἐνεστὼς αἰών, ὁ αὐτὸς ὢν τῷ ἄρχοντι τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος (πλὴν ἔχει ἀντεπιχείρησιν τὸ ἐκ τῆς πρὸς Γαλάτας ἐπιστολῆς ῥητόν, ἐπεὶ καὶ περὶ ἡμερῶν λέγεται, τῶν ὁμολογουμένων ὡς οὐκ οὐσῶν ἐμψύχων, τοιοῦτό τι ἐξαγοραζόμενοι τὸν καιρὸν ὅτι αἱ ἡμέραι πονηραί εἰσι, καὶ μικραὶ καὶ πονηραί εἰσιν αἱ ἡμέραι ἃς παρῴκηκα ἐπὶ τῆς γῆς φησὶν ὁ Ἰακώβ). καὶ τὸ δι' οὗ ἐποίησε τοὺς αἰῶνας κείμενον δόξει κτίσμα λέγειν τοὺς αἰῶνας, ὧν δύναται εἷς ἀποστατικῶς πονηρὸς γεγονέναι καὶ λέγεσθαι αἰὼν τοῦ κόσμου τούτου καὶ ἄρχων τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε. καὶ παρατηρητέον γε ὅτι οὐκ εἶπε κατὰ τὸν ἄρχοντα τοῦ ἀέρος ἀλλὰ τῆς ἐξουσίας τοῦ ἀέρος· οὐκοῦν ζητητέον τὴν τοῦ ἀέρος ἐξουσίαν, ἵνα οὕτως ἴδωμεν τὸν ἄρχοντα ταύτης. δύναται δὲ ἡ λέξις καὶ τοιοῦτό τι δηλοῦν κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ πνεύματος, ὅπερ πνεῦμα ἀέρος ἐστὶ τὸ πνεῦμα, τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας. ἐπεὶ οὖν ὁ ἄρχων τινός ἐστιν ἄρχων, ἐπιστήσεις μήποτε πάσης ἐξουσίας ἄρχων ἐστὶ τῆς περὶ τὸν ἀέρα ὁ νῦν λεγόμενος, ἥτις ἐνεργεῖ διατρίβουσα περὶ τὸν ἀέρα εἰς τοὺς τῆς ἀπειθείας υἱούς (καὶ πᾶς δὲ ὁ καταγγελλομένων θείων δογμάτων ἀπειθῶν αὐτοῖς δι' αὐτοῦ τοῦ ἀπειθεῖν υἱὸς ἀπειθείας ἀναφαίνεται)· καὶ μήποτε πρὸς ταύτας ἡμῖν τὰς ἐξουσίας ἡ πάλη, ἀνθισταμένοις ταῖς ἐνεργείαις αἷς βούλονται ἐμποιεῖν καὶ εἰς ἡμᾶς, θέλουσαι ἡμᾶς ποιῆσαι υἱοὺς ἀπειθείας. οὐ θαυμαστὸν δὲ ταύτας τὰς ἐξουσίας ἐν τοῖς ἐπουρανίοις εἶναι λέγεσθαι (ὥσπερ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας ἐν τοῖς ἐπουρανίοις), τοῦ περὶ ἡμᾶς ἀέρος κατά τινα συνήθειαν τῆς γραφῆς ‘οὐρανοῦ’ ὀνομαζομένου· λέγεται γὰρ πετεινὰ οὐρανοῦ, σαφὲς δὲ ὅτι ταῦτα κατὰ τὸν ἀέρα λέγεται. τὸ δὲ καὶ ἐν οἷς ἡμεῖς πάντες ἀνεστράφημέν ποτε, τίσιν ἢ τοῖς παραπτώμασι; καὶ γὰρ οὐκ ἀπέδωκέ τι πρὸς τὰ παραπτώματα ἀλλὰ πρὸς μόνας τὰς ἁμαρτίας· εἰπὼν γοῦν καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις ὑμῶν, ἐπιφέρει τὸ ἐν <α>ἷς ποτε περιεπατήσατε· νῦν δὲ ἀποδίδωσι πρὸς τὸ τοῖς παραπτώμασιν ὑμῶν τὸ καὶ ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε, ἵνα μὴ δόξῃ, εἰπὼν τὸ ἐν <α>ἷς ποτε περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου ἑαυτὸν δὲ ἀποσιωπῶν, οἷον ἀλαζονεύεσθαι δοκεῖν. οἶδε δέ τινα αὐτὸς ὁ Παῦλος ἐπιθυμίαν τῆς σαρκός, καὶ ἑτέραν ἐπιθυμίαν τοῦ πνεύματος, λέγων ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός. ἀναστραφέντες δὲ ἐν τοῖς παραπτώμασιν, ἐπεὶ ἤμεθα ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ἐποιοῦμεν οὐχ ἕν τι ἀλλὰ πλείονα θελήματα, καὶ οὐ μόνον τῆς σαρκὸς ἀλλὰ καὶ τῶν διανοιῶν· ζητοῦμεν δὲ τίνα τὰ θελήματα τῶν διανοιῶν ἕτερα ὄντα τῶν θελημάτων τῆς σαρκός· καὶ στοχαζόμεθά γε <ὅτι> τῷ μὲν ποιεῖν τὰ ἔργα τῆς σαρκὸς καὶ φιληδονεῖν ποιεῖ τις τὰ θελήματα τῆς σαρκός, τῷ δὲ ἀποπεπτωκέναι τῆς ὑγιοῦς δόξης καὶ τῆς ὀρθῆς διανοίας ποιοῦμεν τὰ θελήματα τῶν διανοιῶν. εἰς δὲ τὸ ἤμεθα φύσει τέκνα ὀργῆς ὡς καὶ οἱ λοιποί, οὐκ οἴδαμεν ὅ τι ποτὲ ἐροῦσιν οἱ τὰς πνευματικὰς ἀρχῆθεν φύσεις εἰσάγοντες· πῶς γὰρ ὁ φύσει υἱὸς Θεοῦ φύσει εἶναι λέγεται υἱὸς ὀργῆς, ἀποκρινέσθωσαν. ἡμεῖς δὲ οἰόμεθα διὰ τὸ σῶμα τῆς ταπεινώσεως γεγονέναι τέκνα φύσει ὀργῆς, ὅτε ἐνέκειτο ἡμῶν ἡ διάνοια ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος· κατὰ γὰρ τὸν Σολομῶντα οὔκ ἐστι δίκαιος ἐπὶ τῆς γῆς ὃς ποιήσει ἀγαθὸν καὶ οὐχ ἁμαρτήσεται.