Ancient Greek
Section 10
Origen, Fragmenta ex commentariis in epistulam ad Ephesios (in catenis) 10
Not analysed yet
Eph. ii 6 [καὶ συνήγειρεν καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις.] [Ὠριγένης δέ φησι] τὸ συνήγειρε καὶ συνεκάθισεν ὁ μὲν ἁπλούστερον ἐκλαμβάνων κατὰ πρόγνωσιν καὶ προορισμὸν Θεοῦ φήσει εἰρῆσθαι, ὡς ἤδη γενόμενον τὸ ἐσόμενον· ὁ δὲ νοητὴν θεωρῶν τὴν Χριστοῦ βασιλείαν οὐκ ὀκνήσει λέγειν τὸν ἤδη ἅγιον, ὥσπερ οὐκ εἶναι ἐν σαρκὶ κἂν ὑπὸ τῶν ἁπλουστέρων λέγηται εἶναι ἐν σαρκί, οὕτως οὐκ εἶναι ἐπὶ γῆς κἂν κατὰ τὸ αἰσθητὸν βλέπηται ἐπὶ γῆς τυγχάνων. ὁ γὰρ ἐν πνεύματι οὐκ ἐστὶν ἐπὶ γῆς, καὶ οὐδεὶς τῶν ἐν τοῖς ἐπουρανίοις ἐστὶν ἐν σαρκὶ ἀλλ' ἤδη ἐν πνεύματι. αἱ γοῦν τοιαίδε διαθέσεις καὶ ἡ τῶν τηλίκων <τ>ε καὶ τοιῶνδε κατάληψις οὐκ ἐστὶν ἐπίγειος ἀλλ' ἐπουράνιος, πάντων τῶν ἤδη τὸ πολίτευμα ἐν οὐρανοῖς ἐχόντων συγκαθισάντων τῷ Χριστῷ ἐν τοῖς ἐπουρανίοις, εἴπερ καὶ ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ἡμῶν ἐστιν, ἵν' οὕτως ὦμεν κεκαθικότες ἐν τοῖς ἐπουρανίοις συγκαθήμενοι τῷ Χριστῷ καὶ συνιδρυμένοι τῇ Σοφίᾳ καὶ τῷ Λόγῳ τοῦ Θεοῦ.