Ancient Greek · ~21 min
Section 15
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 15.1
Not analysed yet
iii 9—15 [θεοῦ γάρ ἐσμεν συνεργοί· θεοῦ γεώργιον, θεοῦ οἰκοδομή ἐστε. κατὰ τὴν χάριν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα, ἄλλος δὲ ἐποικοδομεῖ. ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ· θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός· εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυς<ί>ον, ἀργύρ<ι>ον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται, ἡ γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει. εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται· εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός.] [Ὠριγένους] Ἐπεὶ οὐ μόνον γεώργιον ἀλλὰ καὶ θεοῦ οἰκοδομή ἐσμεν, ζητῶ τὸν ἀρχιτέκτονα τῆς οἰκοδομῆς καὶ τοὺς συνεργοῦντας αὐτῷ. τοῦτο γὰρ νοῶν ὁ ἀπόστολος φησὶ κατὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα· τὴν γὰρ ἐν Κορίνθῳ ἐκκλησίαν πρὸ τοῦ ἀποστόλου οὐδαμῶς <οὖσαν> ὑπέστησεν ὁ Παῦλος. καὶ ἐπειδὴ σχίσματα ἦν ἐν αὐτοῖς φησὶν ὅτι δοθείσης μοι χάριτος ὑπὸ τοῦ θεοῦ ὡς σοφὸς ἀρχιτέκτων ἔθηκα τὸν θεμέλιον, ἄλλος δὲ ἐποικοδομεῖ· εἰ γὰρ ἕτερος μετελθὼν ἐπὶ τὸν θεμέλιον τῆς ἐκκλησίας ἐποικοδομεῖ, ἐκεῖνος οὔκ ἐστιν ἀρχιτέκτων τῆς ἐκκλησίας ἀλλ' ἐποικοδομεῖ τῇ ἐκκλησίᾳ· εἰ θέλεις οὖν ἰδεῖν ὅτι σοφὸς ἀρχιτέκτων ὁ Παῦλος, ἄκουε αὐτοῦ ὅτι Ἀπὸ Ἱερουσαλὴμ καὶ μέχρι τοῦ Ἰλλυρικοῦ πεπλήρωκα τὸ εὐαγγέλιον τοῦ θεοῦ, φιλοτιμούμενος εὐαγγελίζεσθαι οὐχ ὅπου ὠνομάσθη Χριστός, ἵνα μὴ ἐπ' ἀλλότριον θεμέλιον οἰκοδομῶ. καὶ οὐ μόνον ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον κατεβάλλετο, ἀλλὰ καὶ ἀρχιτεκτονικὰ οἱονεὶ βιβλία ἔγραψεν, πῶς δεῖ τὸν ἀρχιτέκτονα οἰκοδομεῖν οἰκίαν, ὁποῖον δεῖ τὸν ἐπίσκοπον εἶναι πρεσβυτέρους τε καὶ διακόνους καὶ τὸ ὑπόλοιπον τῆς ἐκκλησίας πλήρωμα· ταῦτα γὰρ πάντα οἱονεὶ νόμοι ἀρχιτεκτονικοὶ ἦσαν. Ἄλλος οὖν φησὶν ἐποικοδομεῖ· ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ. τοῦτο γὰρ κἀμοὶ λέγει, ἵνα μὴ ἀμεριμνῶν ἐποικοδομῶ, εἰδὼς ὅτι τὸ ἔργον ὃ ἐποικοδομῶ ὁποῖόν ἐστι τὸ πῦρ αὐτὸ δοκιμάσει ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. φροντίζω δὲ μήποτε ἐποικοδομῶν ξύλα χόρτον καλάμην ἐποικοδομήσω. ἐὰν γὰρ προσαγάγω ψυχὰς ἀκρίτως τῇ ἐκκλησίᾳ φαύλας, προσήγαγον τῷ καλῷ θεμελίῳ Χριστῷ Ἰησοῦ ξύλα, ἄλλους χόρτον, καὶ ἄλλους καλάμην· ὥσπερ πάλιν ἐάν τινες διαλάμψ<ω>σιν ἐκ τῆς οἰκοδομῆς, καὶ τοσοῦτον διαλάμψ<ω>σιν ὥστε εὑρεθῆναί τινας ἀνάλογον τοῖς γεγραμμένοις περὶ τῆς Ἱερουσαλὴμ καὶ τοῦ ναοῦ λίθους ἐκλεκτοὺς καὶ λίθους κρυστάλλου καὶ λίθους σαπφείρου καὶ λίθους ὅσους ὠνόμασεν ἐκεῖ, δῆλον ὅτι ἐπῳκοδόμησα τῷ θεμελίῳ λίθους τιμίους. καὶ ἐπειδὴ <δεῖ> τὸν ναὸν τοῦ θεοῦ καὶ τὴν οἰκοδομὴν καὶ χρυσίον ἔχειν ὥσπερ ὁ ναὸς ὃν Σολομὼν ᾠκοδόμησεν σύμβολον ναοῦ ἔχοντος χρυσὸν καὶ ἄργυρον πολύν, ἐὰν ἄλλος τις ἔλθῃ ἐποικοδομούμενος τιμιώτερος ἀργυρίου εὑρεθείη ἂν χρυσός. εὐλαβοῦμ<αι> δὲ ἐγὼ μή ποτε δι' ἐμοῦ ξύλον εἰσέλθῃ καὶ χόρτος καὶ καλάμη, καὶ ὁ ταλαίπωρος ἐγὼ (κἂν ἄλλως κριθῶ ἄξιος σωτηρίας· ἐπεὶ γέγραπται αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός) οὕτως σωθῶ ὡς αἴτιος γενόμενος, τῷ μὴ κεχωρηκέναι τὴν χάριν μηδὲ καλῶς ᾠκοδομηκέναι, τοῦ τὴν οἰκοδομὴν πεπληρωκέναι ξύλων, χόρτου, καλάμης, ὅπερ οὐ βούλεται ὁ λόγος τοῦ θεοῦ· τὸ γὰρ ἔργον ὁποῖόν ἐστιν ἑκάστου τὸ πῦρ δοκιμάσει. Θέλω δὲ καὶ ἄλλως ἀπογράψασθαι τὸ Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός καὶ τὰ ἑξῆς. ἐξ οὗ ὁ κύριός μου Ἰησοὺς Χριστὸς ἐπεδήμησεν, οὗτος θεμέλιος εἰς τὸν κόσμον κεκήρυκται· καὶ τοῦτον τὸν θεμέλιον ἐν μὲν τῇ Ἰουδαίᾳ οἱ ἀπόστολοι ἔθηκαν, ἐν δὲ τοῖς ἔθνεσιν ὁ ἀπόστολος τῶν ἐθνῶν καὶ ὁ συνεργὸς αὐτοῦ Βαρνάβας· δεξιὰς γὰρ ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας, ἵνα ἡμεῖς εἰς τὰ ἔθνη αὐτοὶ δὲ εἰς τὴν περιτομήν. κηρυχθέντος τοίνυν Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ λόγου, καὶ τοῦ θεμελίου τούτου καταβληθέντος, οὐδεὶς δύναται ἄλλον θεμέλιον θεῖναι παρὰ Ἰησοῦν Χριστόν· οἱ δὲ ἐποικοδομοῦντες, εἰ μὲν ὀρθοδοξοῦσι διὰ τῶν <ἀ>ϊδίων δογμάτων καὶ τῶν θείων νοημάτων καὶ τῶν καλῶν λόγων καὶ τῶν ἱερῶν πράξεων, ἐποικοδομοῦσι τῷ θεμελίῳ χρυσὸν ἄργυρον λίθον τίμιον. χρυσὸς γὰρ πολλάκις τετήρηται, ἀντὶ νοῦ λαμβανόμενος καὶ νοημάτων· εἰ λέγω καλῶς, ἐποικοδομῶ ἄργυρον· εἰ διηγοῦμαι δεόντως καὶ εἰς πολιτείαν προτρέπω καλῶς τοὺς ἀκροατάς, λίθους τιμίους ἐποικοδομῶ. ὅσοι μέντοι γε τῶν διδασκόντων Ἰησοῦν Χριστὸν ἐσφάλησαν τῆς ἀληθείας, ἐπῳκοδόμησαν τῷ θεμελίῳ ξύλα χόρτον καλάμην· καὶ εἴποιμι ἂν ὅτι οἱ ἀπὸ τῶν αἱρέσεων πάντες οἱ μὲν βλασφημότεροι ξύλα, οἱ δὲ ἔλαττον ἁμαρτήσαντες ἐν τῇ διδασκαλίᾳ χόρτον, οἱ δὲ ἰσχνά τινα καὶ ἵν' οὕτως ὀνομάσω ἐλάττονα καλάμην. Φέρε δὲ καὶ κατὰ τὸ ῥητὸν ἴδωμεν. τοῦτο τὸ λεχθησόμενον ἑνὸς ἑκάστου ἡμῶν ἅπτεται· ἕκαστος ἡμῶν παραδεξάμενος τὸν λόγον τοῦ εὐαγγελίου, παρεδέξατο Ἰησοῦν Χριστὸν θεμέλιον, ἵν' ἐν πᾶσιν οἷς πράττει καὶ λέγει καὶ διανοεῖται ἐποικοδομ<ῇ> τούτῳ τῷ θεμελίῳ. εἰ μὲν οὖν καλὰ νοοῦμεν καὶ διανοούμεθα, ἐποικοδομοῦμεν χρυσόν· εἰ ἁγνῶς λέγοντες πάντα λόγον λεγόμενον ἁγίως λέγομεν, ἐποικοδομοῦμεν ὡς ἀργύριον· εἰ πᾶσα πρᾶξι<ς> ἣν πράττομεν καλή ἐστιν, ἐποικοδομοῦμεν ὡς λίθον τίμιον, τὴν δὲ τιμὴν τῶν λίθων καὶ τὴν ποιότητα ὁ θεὸς κρίνει. εἰ μέντοιγε ἁμαρτάνω μετὰ τὸν θεμέλιον, τὰ μὲν μεγάλα μοι τῶν ἁμαρτημάτων ξύλα ἔσται, τὰ δὲ ὑποδεέστερα χόρτος, τὰ δὲ ἔτι ὑποδεέστερα καλάμη. καὶ ζητῶ μήποτε †αἱ μὲν ῥίζαι †καὶ τὰ νοήματα, ὅτ' ἂν ᾖ ἐσφαλμένα, ξύλα ἐστί· πηγὴ γάρ ἐστι τῶν κακῶν τὰ νοήματα· οἱ δὲ λόγοι χόρτος, ἡ δὲ πρᾶξις καλάμη· ὑποδεεστέρα γάρ ἐστιν ἡ ἀξία τῆς πράξεως παρὰ τὸν λογισμόν· ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων ἕν εἰσιν.