Ancient Greek · ~4 min
Section 14
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 14
Not analysed yet
iii 6—8 [ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ἀλλ' ὁ θεὸς ηὔξανεν· ὥστε οὔτε ὁ φυτεύων ἐστί τι οὔτε ὁ ποτίζων, ἀλλ' ὁ αὐξάνων θεός. . . . ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον.] [Ὠριγένους] Εἰ ἐφύτευσεν ὁ Παῦλος, συνεφύτευσε τῷ φυτεύοντι προηγουμένως θεῷ· εἰ ἐπότισεν Ἀπολλώς, συνεπότισε τῷ προηγουμένως ποτίσαντι Χριστῷ· φυτεύει γὰρ ὁ θεός· διὸ γέγραπται πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται· καὶ πάλιν ὁ πατήρ μου ὁ γεωργός ἐστιν. ποιήςωμεν οὖν καρποὺς ἵνα μὴ ἐκκοπῶμεν κατὰ τὴν ἄκαρπον συκῆν. πᾶν γὰρ δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. ἐπέχωμεν μὴ λεχθῇ περὶ ἡμῶν ἔμεινα ἵνα ποιήσῃ σταφυλήν, ἐποίησεν δὲ ἀκάνθας. ἐὰν γὰρ ταῦτα εἴπῃ περὶ ἡμῶν, ἐρεῖ καὶ τὰ ἑξῆς Νῦν οὖν ἀναγγελῶ τί ποιήσω τῷ ἀμπελῶνί μου. ἀφελῶ τὸν φραγμὸν αὐτοῦ καὶ ἔσται εἰς διαρπαγήν, καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ ἔσται εἰς καταπάτημα.