Ancient Greek · ~6 min
Section 17
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 17
Not analysed yet
iii 21—23 [ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστιν, εἴτε Παῦλος εἴτε Ἀπολλὼς εἴτε Κηφᾶς εἴτε κόσμος εἴτε ζωὴ εἴτε θάνατος εἴτε ἐνεστῶτα εἴτε μέλλοντα· πάντα ὑμῶν ἐστιν, ὑμεῖς δὲ Χριστοῦ, Χριστὸς δὲ θεοῦ.] [Ὠριγένους] Ὁ δυνάμενος ἀποτάξασθαι πᾶσιν ἀνθρώποις καὶ ὅλος γενέσθαι ἄξιος τῆς ἐν Χριστῷ καυχήσεως, οὗτος οὐκ ἐν ἀνθρώπῳ καυχᾶται. Πῶς δὲ ὁ θάνατος ἐμός ἐστιν; ἵνα ἀποθάνω τῇ ἁμαρτίᾳ· ἵνα εἴπω Εἰ καὶ συναπεθάνομεν, καὶ συζήσομεν. ὁ γὰρ ἄλλος θάνατος καθ' ὃν ἡ ψυχὴ ἡ ἁμαρτάνουσα αὐτὴ ἀποθανεῖται οὐκ ἔστιν ἐμός. καὶ τὰ ἐνεστῶτα δὲ ἡμῶν ἐστιν· ὅτι συναγόμεθα ἐν τῷ ἐνεστῶτι αἰῶνι, ὅτι ἀκούομεν γραφῶν ἱερῶν, ὅτι εὐχόμεθα. τὰ δὲ μέλλοντα· ὅταν γὰρ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταρτηθήσεται. καὶ οὐχ οἷόν τέ ἐστιν ἐπὶ τὰ μέλλοντα ἐλθεῖν ἐὰν μὴ πρῶτον γένηταί μοι τὰ ἐνεστῶτα. πάντα ὑμῶν· θαυμάζεταί τις λόγος παρ' Ἕλλησιν εἰρημένος τοιοῦτος· ‘Πάντα τοῦ σοφοῦ καὶ οὐδὲν τοῦ φαύλου·’ ταῦτα δὲ ὁ λόγος τοῦ θεοῦ πρῶτος ἐδίδαξεν ὅτι Πάντα τοῦ ἁγίου ἐστίν. τοῦ οὖν πιστοῦ, φησίν, ὅλος ὁ κόσμος τῶν χρημάτων, τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός· ὡς γὰρ λῃστὴς ἔχει ἃ ἔχει ὁ ἄπιστος· οὐ γὰρ εἰδὼς αὐτοῖς χρῆσθαι οὐδὲ τὸν κτίσαντα ταῦτα θεὸν οὐδὲ ἀκούων τοῦ λέγοντος Ἐμὸν τὸ ἀργύριον καὶ ἐμὸν τὸ χρυσίον, οὐχ ὡς αὐτοῦ ἐκεῖνα ἔχει. ἡμεῖς δὲ ὁρῶμεν ὅτι πάντα ἡμῶν ἐστιν· καὶ ἔστι τοῦ <πιστοῦ> ὅλος ὁ κόσμος τῶν χρημάτων τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός.