Ancient Greek · ~34 min
Section 18
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 18.1
Not analysed yet
iv 1—5 [οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων θεοῦ. ὃ δὲ λοιπὸν ζητεῖτε ἐν τοῖς οἰκονόμοις ἵνα πιστός τις εὑρεθῇ. ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας· ἀλλ' οὐδὲ ἐμαυτὸν ἀνακρίνω· οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα, ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι, ὁ δὲ ἀνακρίνων με Κύριός ἐστιν. ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν, καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ θεοῦ.] [Ὠριγένους] Ὁ μὴ διαβεβηκὼς τῷ λόγῳ περὶ τὴν κατάληψιν τῶν ἐγκεκρυμμένων ἐν τῇ γραφῇ μυστηρίων δύναται μὲν ὑπηρέτης εἶναι Χριστοῦ, οὐ δύναται δὲ οἰκονόμος εἶναι μυστηρίων θεοῦ· ὁ γὰρ οἰκονόμος ὢν ἔχει τὰ οἰκονομούμενα καὶ οἶδεν τὰ μυστήρια τοῦ θεοῦ. μή ποτε οὖν ὁ μὲν ὑπηρέτης Χριστοῦ κατὰ τὴν κοινοτέραν νοεῖται διακονίαν προστ<ά>ς, ὁ δὲ οἰκονόμος μυστηρίων θεοῦ κατὰ τὴν διοίκησιν τὴν περὶ τὰ γνωσθέντα μυστήρια, ἵνα μὴ παρα<ρ>ρίπτῃ ταῦτα ὡς ἔτυχεν μηδὲ ἀνεξετάστως αὐτὰ παραδιδῷ· ἀλλὰ προκαθάρας, προευτρεπίσας, προαποστήσας τοῦ κόσμου τὸν μέλλοντα ἀκούειν μαθημάτων ὑπερκοσμίων, τότε αὐτ<ὰ> λέγει. Ἡμεῖς, φησίν, ἐσμὲν ὑπηρέται Χριστοῦ· καὶ τὰ πλείονα μᾶλλον ὁ ἀπόστολος τῇ ὑπηρεσίᾳ τοῦ Χριστοῦ διηκονεῖτο ἤπερ τῇ οἰκονομίᾳ τῶν μυστηρίων τοῦ θεοῦ· <οἰ>κονομεῖ δὲ τὰ μυστήρια τοῦ θεοῦ φέρε εἰπεῖν πρὸς Λουκᾶν ἵνα γράψαι τὸ εὐαγγέλιον δυνηθῇ, πρὸς Τιμόθεον ἵνα ἄρξαι τῶν ἐν Ἐφέσῳ πλείονα παρειληφότων οἷός τε γένηται <καὶ> οἰκονομεῖν τὰ μυστήρια τοῦ θεοῦ. τολμῶ δὲ καὶ λέγω ὅτι ἐν Κορίνθῳ μὲν ὑπηρέτης γέγονε τοῦ Χριστοῦ, ἐν Ἐφέσῳ δὲ οἰκονόμος μυστηρίων θεοῦ. Μαθὼν δὲ ἀπὸ τῶν τοῦ Σωτῆρος λόγων ὁ Παῦλος τὸ Τίς ἄρα ὁ πιστὸς καὶ φρόνιμος οἰκονόμος ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς οἰκίας αὐτοῦ τοῦ διδόναι ἐν καιρῷ τὸ σιτομέτριον τοῖς συνδούλοις αὐτοῦ, φησὶν Ὃ δὲ λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις ἵνα πιστός τις εὑρεθῇ. οὔτε γὰρ ἀρκεῖ τὸ ἐγνωκέναι οὔτε δεῖ τὸν ἐγνωκότα ὡς ἔτυχεν λέγειν, ἀλλὰ νοοῦντα τὸ ἐν καιρῷ διδόναι τὸ σιτομέτριον τοῖς συνδούλοις αὐτοῦ βλέπειν τίς τῶν συνδούλων ὀφείλει λαβεῖν πλεῖον σιτομέτριον μυστηρίων θεοῦ ἢ ἔλαττον, καὶ πότε· ἐὰν γὰρ καλῶς τὴν οἰκονομίαν καὶ ἀμέμπτως διοικής<ῃ>, ποίαν ἔχει ἐπαγγελίαν; Ἐπὶ πᾶσι φησὶ τοῖς ὑπάρχουσιν ὁ οἰκοδεσπότης καταστήσει αὐτόν. εἰ δὲ Παῦλος φοβεῖται καὶ λέγει ταῦτα περὶ ἑαυτοῦ καὶ περὶ Κηφᾶ καὶ Ἀπολλώ, πόσῳ μᾶλλον τοὺς καθ' ἡμᾶς οἰκονόμους δεήσει φοβεῖσθαι ὅπως εὑρεθῶσι πιστοὶ οἰκονόμοι. Εἶτα περὶ ἑαυτοῦ φησὶν Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας. οἱ ἐν Κορίνθῳ ἀνέκρινον τὸ ὅσον ἐφ' ἑαυτοῖς, οὐκ ἀληθῶς ἀνακρίνοντες. ἀνακρίνοντος γὰρ ἦν τὸ λέγειν ὅτι Κρείττων ἐστὶν ὁ Παῦλος Κηφᾶ καὶ Ἀπολλώ, καὶ ἄλλου τὸ λέγειν Ὁ Πέτρος πολλῷ διαφέρει τοῦ Παύλου· ἐν γὰρ τῷ εὐαγγελίῳ Παῦλος οὐκ εἴρηται ἀπόστολος. φησὶν οὖν ὁ Παῦλος ὅτι Ἐμοὶ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ. συνῄδει ἑαυτῷ τὰ κάλλιστα καὶ ὅτι οὐχ ὑπέπιπτεν Κορινθίοις ὡς δυναμένοις αὐτὸν ἀνακρῖναι, ὁ γὰρ πνευματικὸς ἀνακρίνει τὰ πάντα αὐτὸς δὲ ὑπ' οὐδενὸς ἀνακρίνεται· ὥσπερ ἀλλαχοῦ φησι Γέγονα ἄφρων· ὑμεῖς με ἠναγκάσατε· τοιοῦτόν τι καὶ ἐνθάδε νοήσας λέγει. ἔστι τις ἀνθρωπίνη ἡμέρα, καὶ ἔστι τις θεία ἡμέρα, περὶ ἧς γέγραπται μυρία ὅσα καὶ τὸ Ἰδοὺ ἡμέρα κυρίου ἀνίατος ἔρχεται. ἡ οὖν ἀνάκρισίς μου, φησίν, οὐ δύναται γενέσθαι ἐν ἀνθρωπίνῃ ἡμέρᾳ, οὐ χωρεῖ γὰρ ἀνθρωπίνη ἡμέρα τὴν ἀνάκρισίν μου· εἰ ἀνακρίνεσθαι μέλλω, ἐν τῇ τοῦ κυρίου ἡμέρᾳ ἀνακριθήσομαι. Εἶτα παραδοξότερόν τι ἑαυτῷ συνειδὼς λέγει Ἀλλ' οὐδὲ ἐμαυτὸν ἀνακρίνω· οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα. πολὺ ἐνταῦθα τὸ συνειδὸς τοῦ ἀποστόλου φαίνεται καθαρὸν γεγονέναι, ὥστε αὐτὸν τολμῆσαι οὐ μόνον τοῖς τότε γράψαι ἀλλ' ἵνα καὶ αἱ μέχρι συντελείας γενεαὶ ἀναγινώσκωσι τὸ λεγόμενον. ἀληθὴς οὖν ὁ Παῦλος λέγων Μιμηταί μου γίνεσθε καθὼς κἀγὼ χριστοῦ· πῶς δὲ Χριστὸν ἐμιμήσατο Παῦλος, ἄκουε· Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου καὶ ἐν ἐμοὶ ἔχει οὐδέν· καὶ ὁ Παῦλος φησὶν Οὐδὲν ἐμαυτῷ σύνοιδα· καὶ οὐκ εἶπεν Οὐδὲν ἐμαυτῷ σύνοιδα ἔργον φαῦλον· εἰ γὰρ τοῦτο εἰρήκει, ἐδυνάμεθα λέγειν ὅτι τοῖς μὲν ἔργοις κεκάθαρται τοῖς δὲ λόγοις οὐδέπω· ἢ πάλιν, τούτοις μὲν κεκάθαρται ἡ δὲ καρδία αὐτοῦ ἡμάρτανεν. νῦν δὲ ἔοικεν εἰς ὑπερβολὴν συνειδέναι ἑαυτῷ καθαρότητα, οὐ πρώην ὅτε ἐδίωκεν ἢ ὅτε προσῆλθεν τῇ πίστει ἀλλὰ νῦν ὅτε ταῦτα ἔλεγεν. Εἶτα ἵνα μὴ δόξῃ ὑπὲρ ἄνθρωπον λελαληκέναι, ἐπιφέρει καὶ λέγει Ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι· ἐγὼ μὲν γάρ φησιν οὐδὲν ἐμαυτῷ σύνοιδα, ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι. ἐνδέχεται γὰρ ἐμὲ μηδὲν ἐμαυτῷ συνειδέναι λανθάνειν δέ με ἡμαρτημένον τί μοι· πολλὰ γὰρ γίνεται ἐν τῇ ἀνθρωπίνῃ φύσει τοιαῦτα ὥστε ἁμαρτάνειν <οὐ> κατὰ τὸν λόγον, οὐ μετὰ τοῦ καταλαμβάνειν ἢ κατὰ τὴν συγκατάθεσιν, οὐ μετὰ το<ῦ> θεωρεῖν ὅτι ἡμάρτομεν. ἐκεῖνος οὖν ὁ ἐν πᾶσι μηδὲν ἑαυτῷ συνειδὼς φησὶν Ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι, ὁ δὲ ἀνακρίνων με Κύριός ἐστιν. Ὡς γὰρ ὑπερβὰς τὴν ἀνάκρισιν τὴν ἀγγελικὴν καὶ τὴν τῶν ἄλλων δυνάμεων, τοῦτό φησιν Ἕως ἂν ἔλθῃ ὁ κύριος. ἐπεὶ οὖν κρίσις ἐπίκειται, καὶ ἀληθινή γε ἐστὶν ἐκείνη μόνη ἡ τοῦ κυρίου ἐπισταμένου καὶ τοὺς λογισμοὺς σταθμῆσαι καὶ ἐν ζυγῷ στῆσαι τοὺς λόγους καὶ ἐρευνῆσαι πάσας τὰς πράξεις καὶ ἐφ' ἑκάστῳ ἡμῶν τὸ δέον ἀποδοῦναι, διὰ τοῦτο κἂν καταγινώσκωμέν τινος μὴ κατακρίνωμεν· οὐ γὰρ ἴσμεν ᾧ μέτρῳ ἥμαρτεν, οὐδὲ οἴδαμεν οἵᾳ διαθέσει ἥμαρτεν καὶ εἰ ἔχει ἀντίρροπα χρηστὰ τῇ ἁμαρτίᾳ αὐτοῦ. ἐὰν γὰρ εὐλαβεῖς γενώμεθα, οὐ πρὸ καιροῦ τι κρινοῦμεν, ἀλλὰ πάντα ἀναθήσομεν τῇ κρίσει τοῦ θεοῦ διὰ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἐνθάδε μὲν λέγεται Μὴ πρὸ καιροῦ τι κρίνετε καὶ τὰ ἑξῆς· ἐν ἄλλῳ δὲ τόπῳ τῆς ἐπιστολῆς Οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε, τοὺς δὲ ἔξω ὁ θεὸς κρίνει· ἆρ' οὖν ἐναντιώματα ἔχουσιν αἱ γραφαί, καὶ δεῖ ἡμᾶς κρίνειν καὶ μὴ κρίνειν κατὰ τὸ αὐτὸ τῆς κρίσεως σημαινόμενον; ἐὰν μὴ τοὺς ἔσω κρίνητε οἱ πεπιστευμένοι κρίνειν τοὺς ἔσω, ἡ ἐκκλησία μέλλει ἀντὶ ἐκκλησίας θεοῦ γίνεσθαι συναγωγὴ πονηρευομένων· εἶτα τῶν ἔσω κρινομένων, πῶς ἀληθές ἐστι τὸ Μὴ κρίνετε ἵνα μὴ κριθῆτε. φαμὲν οὖν Οἱ πεπιστευμένοι κρίνειν τοὺς ἔσω οὐχ οὕτως εἰσὶν ἀνόητοι ὡς κρίνοντες τοὺς ἔσω λέγειν ὅτι Τὴν κρίσιν τοῦ θεοῦ κρίνομεν, ἀλλὰ πρὸς τὴν οἰκονομίαν τοῦ συμφέροντος τῇ ἐκκλησίᾳ τὴν κρίσιν ποιοῦνται. εἰ συμφέρει τόνδε ἀποσυνάγωγον εἶναι κρίναντ<ε>ς αὐτὸ ποιοῦσιν· καὶ πάλιν πρὸς τὸ συμφέρον <παρα>στήσονται, οὐ τὴν τοῦ θεοῦ κρίνοντες κρίσιν ἀλλὰ τὴν δεδομένην αὐτοῖς· τὴν γὰρ κρίσιν ἣν ὁ θεὸς κρινεῖ ἐν Χριστῷ ἀμήχανόν ἐστι κρίνειν ἡμᾶς· οὔτε γὰρ καρδίας ἐρευνῶμεν οὔτε οἴδαμεν οἷς λογισμοῖς τὰ πεπραγμένα ἑκάστῳ πέπρακται. τὰ κρυπτὰ γὰρ κυρίῳ τῷ θεῷ παραχωροῦσιν οἱ κριταὶ οἱ κατὰ τὸ εὐαγγέλιον, τὰ δὲ φανερά, ὡς εἴρηται, ὑμῖν καὶ τοῖς τέκνοις ὑμῶν· ὅσα ἔφθασεν εἰς αὐτοὺς καὶ γνωστά ἐστιν ἐν αὐτοῖς, ταῦτα κρίνουσιν. μηδέποτε οὖν τὴν κρίσιν τοῦ θεοῦ προλαβόντες λέγωμεν Ὁ δεῖνα ἀπόλλυται, ἢ μακαρίζοντες λέγωμεν Ὁ δεῖνα σώζεται· οὐδὲ γὰρ ἀντιμετρεῖν καὶ ἀντεξετάζειν ἴσμεν τὰς πράξεις ταῖς πράξεσιν ἢ λογισμοὺς ἢ ἐνθυμήματα. Μὴ πρὸ καιροῦ οὖν τι κρίνετε ἕως ἂν ἔλθῃ ὁ κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν. Δύο δὲ λεγομένων πραγμάτων ὀφείλει τις εἶναι τούτων διαφορά· ἃ μὲν γὰρ ὠνόμασε κρυπτὰ σκότους, ἃ δὲ βουλὰς καρδιῶν. ὅρα οὖν μὴ τὰ ἁμαρτήματα ἡμῶν κρυπτὰ σκότους ἐστίν, τὰ δὲ ἀνδραγαθήματα βουλαὶ τῶν καρδιῶν· ὅσα γὰρ καλῶς πράττομεν μετὰ βουλῆς πράττομεν, ὅσα δὲ ἁμαρτάνομεν ἐν σκότῳ ὄντες ἁμαρτάνομεν. ἐπειδὴ τοίνυν τινὲς ἢ ταῦτα ἔχουσιν ἢ ἐκεῖνα, ταῦτα δὲ ἄνθρωπος οὐκ οἶδεν, μὴ πρὸ καιροῦ τι κρίνωμεν ἕως ἂν ἔλθῃ ὁ κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ ἀποκαλύψει τὰς βουλὰς τῶν καρδιῶν· δεῖ γὰρ τοὺς πάντας ἡμᾶς φανερωθῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον. εὗρον εὐαγγελικὸν <ῥητὸν> παραπλησίως τούτῳ διηγήσασθαι· Οὐδὲν κρυπτὸν ὃ οὐ φανερωθήσεται καὶ κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθήσεται· ὁρᾷς τὸν Σωτῆρα διδόντα διαφορὰν κρυπτῶν φανερουμένων καὶ κεκαλυμμένων ἀποκαλυπτομένων. τίνα οὖν ἐστὶ τὰ κρυπτὰ καὶ φανερούμενα ἢ τὰ καλά; καὶ τίνα τὰ κεκαλυμμένα καὶ ἀποκαλυπτόμενα ἄλλ' ἢ τὰ κακά; Εἴποι τις ἂν τῶν πάντα ἐρευνώντων Διὰ τί οὐκ εἶπεν Καὶ τότε ὁ ἔπαινος γενήσεται ἢ ὁ ψόγος ἑκάστῳ ἀπὸ τοῦ θεοῦ, ἀλλὰ μόνον ὁ ἔπαινος. ὁ μὲν οὖν τις οὕτω διηγήσεται ὅτι τὸ εὐφημότερον προσῆψεν τῷ θεῷ, παρασιωπήσας τὸ λοιπὸν ὡς οὐχ ἁρμόζον αὐτῷ· ἐγὼ δὲ τολμήσω καὶ εἴποιμ' ἂν ὅτι τὰ μὲν ἀγαθὰ ἐπαινεῖ καὶ ἀποδέχεται ὁ θεός, τὰ δὲ κακὰ ἡμῶν ὁ τῶν κακῶν πατὴρ ὁ διάβολος· καὶ ὁ μὲν ἔπαινος ἀπὸ τοῦ θεοῦ τοῖς ἁγίοις, ὁ δὲ ψόγος τοῖς ἄξια ψόγου πεποιηκόσιν ἀπὸ τοῦ διαβόλου γίνεται. διὰ τοῦτο λέγεταί σοι παρὰ τῷ ἀποστόλῳ, ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ μηδὲν ἔχων λέγειν περὶ ἡμῶν φαῦλον.