Ancient Greek · ~9 min
Section 23
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 23
Not analysed yet
iv 21—v 2 [τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πραΰτητος; ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν. καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας.] [Ὠριγένους] Οὐκ ἀεὶ οὔτε ὁ θεὸς οὔτε οἱ τούτου θεσπέσιοι μαθηταὶ κέχρηνται χρηστοῖς λόγοις πρὸς τοὺς ἀκούοντας οὐδὲ ἀεὶ τοῖς ἀποτόμοις, ἀλλὰ ποτὲ μὲν τούτοις ποτὲ δὲ ἐκείνοις. ἐπεὶ οὖν εἶχεν ῥάβδον ὁ Παύλου λόγος, εἶχεν δὲ καὶ πνεῦμα πραΰτητος καὶ χρηστότητος, πυνθάνεται Κορινθίων, μὴ θέλων προπετέστερον καὶ ταχύτερον χρήσασθαι τῷ ἀποτομωτέρῳ· οὐχ ὅτι χωρὶς ἀγάπης γίνεται ἡ ῥάβδος, ἀλλ' ὅτι ἡ ἀγάπη κέκρυπται ἐν τῷ τὴν ῥάβδον ἔχοντι, καὶ οὐ δείκνυσι τὴν ἀγάπην ἐν τῇ ἀποτομίᾳ τῆς ἐπιπλήξεως. εἶτα τὴν αἰτίαν τῆς τοιαύτης πεύσεως ἐπιφέρει λέγων Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν. μανθάνομεν ὅτι περὶ πορνείας ἡμᾶς κατεπᾴδεσθαι δεῖ ἵνα μὴ πέσωμεν, καὶ ἄλλο δε<ῖ> μαθεῖν ἵνα καὶ οἱ μὴ συνειδότες ἑαυτοῖς πορνείαν, συνειδότες δὲ συναγομένο<ι>ς πορνεύουσιν, μὴ φυσιῶνται, εἰδότες ὅτι καὶ αὐτοὶ ἁμαρτωλοί εἰσι τῷ ἁμαρτωλὸν εἶναι τὸν συναγόμενον μετ' αὐτῶν· ὅλῃ γὰρ τῇ ἐκκλησίᾳ ἐγκαλεῖ περὶ ἑνὸς πορνεύσαντος, καὶ τῇ φυσιώσει αὐτῶν ἐγκαλεῖ ὡς οὐ κατὰ λόγον γινομένῃ, μάλιστα διὰ τὸ ἔτι εἶναι πόρνον ἐν αὐτοῖς. καὶ τρίτον μανθάνομεν ὅτι καὶ πορνειῶν εἰσὶ διαφοραί, ὥστε εἶναι πορνείαν βαρυτάτην τινὰ καὶ ἄλλην ἐλάττονα καὶ ἄλλην ἔτι ἐλάττονα. οὐκοῦν ἐν τῇ κρίσει τοῦ θεοῦ οὐχ ἁπλῶς οἱ πόρνοι κρίνονται οὐδὲ τὴν αὐτὴν καταδίκην λήψονται διὰ τὸ πεπορνευκέναι, ἀλλὰ καὶ ἡ ποσότης καὶ ἡ ποιότης αὔξει τὴν κόλασιν καὶ ἡ προαίρεσις καὶ ὁ χρόνος. ἐν Κορίνθῳ τοίνυν εἷς τις παράνομον γάμον ἐγάμησεν· τὴν γὰρ μητρυιὰν αὐτοῦ ἠγάγετο· ἀλλὰ τὸν τοιοῦτον γάμον πορνείαν ὁ ἀπόστολος καλεῖ καὶ τοιαύτην οἵαν μηδὲ ἐν τοῖς ἔθνεσίν ἐστιν ἀκούειν, ἵνα διδάξῃ ἡμᾶς ὅτι, ἐάν ποτε παρανόμως γαμῶμεν, οὐ λογίζεται ἡμῖν εἰς γάμον τὸν νομιζόμενον γάμον εἶναι ἀλλ' εἰς πορνείαν. Εἶτα τοῦτον καταλιπὼν κατὰ τῆς τούτου συμμορίας τὴν κατηγορίαν εἰσφέρει· Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἀρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας. πᾶσιν ἐπιπλήσσει ὡς κακῶς αὐτὸν παραδεξαμένοις. ἐπὰν γὰρ <ἐν μέσῳ> ὄντος τοῦ ἁμαρτήσαντος φυσιώμεθα ἡμεῖς οἱ δοκοῦντες ἑαυτοῖς συνειδέναι τὰ κρείττονα, λέγετ<αι> τὸ καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ.