Ancient Greek · ~3 min
Section 22
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 22
Not analysed yet
iv 19—20 [καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων ἀλλὰ τὴν δύναμιν, οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ θεοῦ ἀλλ' ἐν δυνάμει.] [Ὠριγένους] Λόγον μὲν φησὶ τὴν εὐγλωττίαν, ὡς καὶ ἑτέρωθι εἰ καὶ ἰδιώτης τῷ λόγῳ ἀλλ' οὐ τῇ γνώσει· δύναμιν δὲ τὴν ἀπὸ θεοῦ· ὅταν γὰρ ἀπὸ θεοῦ ᾖ ὁ λόγος, δύναμιν ἔχει, διὸ γέγραπται Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. καὶ δυνάμει μᾶλλον πεποιθότες οἱ ἀπόστολοι ἐπεδήμουν ταῖς ἐκκλησίαις καὶ ταῖς πόλεσιν, ἤπερ τῷ λόγῳ· οὐ γὰρ εἴ τις καλῶς φράζει, παρὰ τοῦτο τὴν βασιλείαν ἔχει τοῦ θεοῦ, ἀλλ' ὅπου δύναμις ἐν λόγοις, ἐκεῖ ἡ βασιλεία τοῦ θεοῦ, ἥτις καὶ τὴν ἐν ταῖς ψυχαῖς βασιλεύουσαν ἁμαρτίαν ἐξορίζει καὶ τὴν τοῦ θεοῦ βασιλείαν ἐντὸς ἡμῶν γενέσθαι παρασκευάζει.