Ancient Greek · ~6 min
Section 25
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 25
Not analysed yet
v 7—8 [ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι. καὶ γὰρ τὸ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός. ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.] [Ὠριγένους] Ὁ ἀποθέμενος τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ καὶ τῆς παλαιᾶς ζύμης <οὐδὲν> ἔχων ἐν ἑαυτῷ ἀλλὰ καινὸν φύραμα ποιήσας τὸ κατὰ Χριστὸν Ἰησοῦν, οὗτος πεποίηκε τὴν τῶν ἀζύμων ἑορτήν· εἶτα μετὰ τὴν τῶν ἀζύμων ἑορτὴν ἡ νέα ζύμη φαίνεται. Ἰησοῦς ὁ χριστός ἐστιν ἡ νέα ζύμη. ἐσθί<ω>μεν οὖν πρῶτον ἄζυμα, ἀπεχόμενοι πάσης κακίας καὶ πονηρίας. περὶ τούτων ὁ ἀπόστολος διδάσκων φησὶν Ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι· οἷόν τι παρὰ Ἰουδαίοις γίνεται, ἐὰν ἐπιφώσκῃ ἡ ἡμέρα ἡ τῶν ἀζύμων, ἐκκαθαίρουσι πᾶσαν παλαιὰν ζύμην, πάντα τόπον τῆς οἰκίας περιαθροῦντες μή ποτε ζύμη ἐκεῖ εὑρεθῇ, οὕτως καὶ σὺ τὰ ἐν σοὶ ταμιεῖα κατανόησον μή που ζύμη ἐκεῖ, ἵνα ἦτε νέον φύραμα. καθώς ἐστε ἄζυμοι. ἐπεὶ ἦσαν ἐν Κορίνθῳ οἱ μὲν ἅγιοι οἱ δὲ οὐ τοιοῦτοι ἀλλ' ἁμαρτωλοὶ καθὰ ἐν προοιμίοις τῆς ἐπιστολῆς φθάσαντες ἔφαμεν, διὰ τοὺς ἐπαινετούς φησι καθώς ἐστε ἄζυμοι. καὶ γὰρ τὸ πάσχα ἡμῶν ἐτύθη Χριστός· ὁρῶν ὅτι κατὰ τὸν Μωσέως νόμον πρῶτον τὸ πάσχα γίνεται καὶ θύεται τὸ πρόβατον, εἶτα μετὰ τὸ πρόβατον ἄζυμα ἐσθίουσι, διὰ τοῦτο εἶπεν Ἤδη τὸ πάσχα τέθυται Χριστός· ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. εἰλικρινείας, κατὰ τὴν πολιτείαν· ἀληθείας, κατὰ τὴν γνῶσιν· ἐν γὰρ ἀμφοτέροις χαρακτηρίζεται τὰ ἄζυμα τὰ ἀληθινά.