Ancient Greek · ~16 min
Section 26
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 26.1
Not analysed yet
v 9—11 [ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις, καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου ἢ τοῖς πλεονέκταις ἢ ἅρπαξιν ἢ εἰδωλολάτραις· ἐπεὶ ὀφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. νῦν δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.] [Ὠριγένους] Ὑπέλαβον τινὲς ἐκ τούτου τοῦ ῥητοῦ ὅτι πρὸ τῆς προτέρας πρὸς Κορινθίους ἐπιστολῆς ἐγέγραπτο ἄλλη τις ἐπιστολὴ τῷ ἀποστολῷ ἥτις νῦν οὐ σώζεται· καὶ ἔγραψεν αὐτοῖς μὴ συναναμίγνυσθαι πόρνοις ὅσον ἐπὶ τῇ προκειμένῃ λέξει, ἀκούσας δὲ Κορινθίους τεταράχθαι, οἰομένους λέγεσθαι μὴ συναναμίγνυσθαι πόρνοις μηδὲ τοῖς τοῦ κόσμου—ὅπερ ἀδύνατόν ἐστιν, ἐν τῷ βίῳ ὄντα μὴ ὁμιλεῖν ἐθνικοῖς συνεργοῖς, πραγματευταῖς, καὶ τοιούτοις τισὶν ἑτέροις—σαφηνίζων, φασί, τὸ τότε παραλελειμμένον Οὐ περὶ πόρνων λέγω, φησί, τοῦ κόσμου τούτου ἀλλὰ περὶ τῶν ὀνομαζομένων μὲν ἀδελφῶν οὐκ ὄντων δὲ σεμνῶν. οἱ δὲ μὴ βουλόμενοι ἐπιστολὴν ἑτέραν εἶναι πρὸ ταύτης ἐροῦσι ταύτην τὴν λέξιν ἐπὶ ταύτην τὴν ἐπιστολὴν ἀναφέρεσθαι, ὅτι ἐν ταύτῃ τῇ ἐπιστολῇ ἔγραψα μὴ συναναμίγνυσθαι ὑμᾶς πόρνοις, πόρνοις δὲ λέγω τοῖσδε, οὐ τοῖσδε. Ἔοικεν δὲ ὁ ἀπόστολος συγκρίσει πόρνων πολλῷ χείρονας λέγειν εἶναι τοὺς ἐν ἡμῖν πόρνους· ὁ γὰρ ἔξωθεν πορνεύων οὐ ναὸν τοῦ θεοῦ φθείρει, οὐκ ἄρας τὰ μέλη τοῦ Χριστοῦ ποιεῖ πόρνης μέλη, οὐχ ὅλον τὸ φύραμα ζυμοῖ· κἀκεῖνος μὲν ὅτε θέλει μετανοεῖ καὶ ἄφεσιν ἔχει ἁμαρτημάτων, ὁ δὲ μετὰ τὴν πίστιν πορνεύσας κἂν μετανοήσῃ πάλιν ὕστερον ἄφεσιν μὲν οὐκ ἔχει ἁμαρτημάτων δύναται δὲ τὴν ἁμαρτίαν ἐπικαλύψαι. Μακάριοι γάρ φησιν ὧν ἀφέθησαν αἱ ἁμαρτίαι, τῶν ἀπὸ τῶν ἐθνῶν προσελθόντων· καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι, τῶν μετὰ τὴν πίστιν ἁμαρτανόντων ἐπικαλυπτόντων δὲ τοῖς ἀγαθοῖς ἔργοις, οἷον τὴν ἀκολασίαν τῇ πολλῇ σωφροσύνῃ. Καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου ἢ πλεονέκταις ἢ ἅρπαξιν ἢ εἰδωλολάτραις. ὡς εἰσὶ πόρνοι τοῦ κόσμου καὶ πόρνοι ἐπὶ Χριστὸν κληθέντες, οὕτως καὶ πλεονέκται οἱ μὲν τοῦ κόσμου τούτου οἱ δὲ τῆς ἐκκλησίας. φυλαξώμεθα οὖν μέχρι τοῦ ἐλαχίστου τὴν πλεονεξίαν· συνέζευκται γὰρ καὶ αὕτη τῷ τῆς πορνείας ἁμαρτήματι. καὶ τρίτον ἅρπαγας τινὰς ὀνομάζει, ὅταν ἁρπάζωσι τὰ τῶν πέλας. καὶ εἰδωλολάτραι δέ τινές εἰσι μεθ' ἡμῶν παρὰ τοὺς εἰδωλολάτρας τοῦ κόσμου τούτου, οἱ θέλοντες διδάσκειν ὅτι ἀδιάφορόν ἐστι τὸ εἰδωλολατρεῖν· μάλιστα δὲ τοῦτο τὸ ἁμάρτημα εὑρίσκεται ἐν τοῖς στρατευομένοις· Ἀνάγκη μοι λέγο<υσιν> ἐπίκειται· ἡ στρατιὰ τοῦτο ἀπαιτεῖ· κινδυνεύω τῇ κεφαλῇ ἐὰν μὴ θύσω ἢ μὴ λευχειμονήσας τὸν λίβανον ἐπιθῶ κατὰ τὰ νενομισμένα τῆς στρατιᾶς τοῦ κόσμου· καὶ πρὸς τούτοις ὁ τοιοῦτος λέγει ἑαυτὸν χριστιανόν· τῷ τοιούτῳ φησὶ μηδὲ συνεσθίειν. ἔστιν δὲ καὶ ὁ ἀρνησίθεος ἐν καιρῷ διωγμῶν εἰδωλολάτρης ἡμῶν. Ἔγραψα οὖν φησὶ τῷ τοιούτῳ <οὔπω> ἐκ τοῦ κόσμου ὄντι μὴ συναναμίγνυσθαι, ἐπεὶ ὀφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν. νυνὶ δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι ἐάν τις ἀδελφὸς ὀνομαζόμενος. καλῶς τὸν τοιοῦτον οὐκέτι δ<ὴ> ἀδελφὸν εἶπεν ἀλλὰ μέχρις ὀνόματος μόνον ἀδελφόν. Ἀλλὰ ταῦτα μὲν δυνάμεθα ἑαυτοῖς συνειδέναι οἱ πολλοὶ ὅτι οὐκ ἔχομεν τὰ κακὰ ταῦτα· ἐπὶ δὲ τῶν ἑξῆς καὶ ἐμαυτὸν φοβοῦμαι, μή πως ἔνοχός εἰμι τοῖς ἄλλοις ἁμαρτήμασιν. λέγει γὰρ ἢ λοίδορος ἢ μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. ἡλίκοις κακοῖς τὸν λοίδορον συνηρίθμησεν—τῷ πόρνῳ, τῷ πλεονέκτῃ, τῷ εἰδωλολάτρῃ· οὐκοῦν καὶ ὁ λοίδορος ἤδη ἐχθρός ἐστι τῆς ἐκκλησίας. διὰ τοῦτο ἀκούομεν τοῦ κυρίου λέγοντος Εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καὶ τοῦ ἀποστόλου λέγοντος Λοιδορούμενοι εὐλογοῦμεν· λοίδορος γὰρ βασιλείαν θεοῦ οὐ κληρονομεῖ. δεῖ τοίνυν τὸ στόμα καθαρὸν τηρεῖν· τί γάρ μοι τοὺς ἔξω κρίνειν; μέθυσοι ἔστωσαν ἔξω· πόρνοις συνεσθίω καὶ συνδιατρίβω· οὐ βλάπτει με ἡ ἐκείνων μικρὰ ζύμη; ὅλον τὸ φύραμα τοῦτο οὐ ζυμοῖ; [v 12] τί γάρ μοι τοὺς ἔξω κρίνειν; οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε; τοὺς δὲ ἔξω ὁ θεὸς κρινεῖ; Ἐπέτρεψεν πᾶσιν ἡμῖν κρίνειν τοὺς ἔσω ἁμαρτάνοντας. ἀναφέρομεν αὐτο<ὶ> τὸ ἁμάρτημα ἐπὶ τὸν ἐπίσκοπον, ἵνα νόμῳ ἐκβληθῇ ὁ τοιοῦτος ἀπὸ τῆς ἐκκλησίας. [v 13] καὶ ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν. Καὶ ἐκ τούτων μὲν ἐξάρατε τὸν πονηρόν· ἀλλὰ ζήτει μήποτε θέλων ἔξωθεν τὸν πονηρὸν ἐξάραι, ἔχεις ἐν ἑαυτῷ τὸν πονηρόν. διὰ τοῦτο πάντα ποίει ἵνα ἐξάρῃς τὸν πονηρὸν ἀπὸ σεαυτοῦ· ἐκείνου γὰρ ἐξελθόντος, Χριστὸς Ἰησοῦς ἐν σοὶ κατοικήσει.