Ancient Greek · ~6 min
Section 36
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 36
Not analysed yet
vii 14 [Ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί, καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀδελφῷ.] [Ὠριγένους] Ὡς κρᾶσίς τις γίνεται τῶν δύο, ἀνδρὸς καὶ γυναικός, εἰς σάρκα μίαν ὥσπερ οἴνου καὶ ὕδατος· καὶ ὥσπερ μεταδίδωσιν ὁ πιστὸς ἁγιασμοῦ τῇ ἐθνικῇ γαμετῇ, ἢ τὸ ἐναντίον ἡ πιστὴ τῷ ἀπίστῳ ἀνδρί, οὕτω καὶ ὁ ἄπιστος μεταδίδωσι μολυσμοῦ τῇ πιστῇ γυναικὶ ἢ τῷ πιστῷ ἀνδρὶ ἡ ἄπιστος γυνή. διὰ τί γὰρ φησὶν Ἡγίασται ἡ ἄπιστος ἢ ὁ ἄπιστος τ<ῷ> λαμβάνειν τι ἀπὸ τοῦ πιστοῦ ἢ ἀπὸ τῆς πιστῆς, καὶ οὐχὶ βεβηλοῦται τ<ῷ> λαμβάνειν τι ἀπὸ τοῦ ἀπίστου μέρους; ἕκαστος γὰρ ἐκ τοῦ περισσεύματος τῆς καρδίας διαλεγόμενος τῷ ἑτέρῳ ἢ μεταδίδωσιν ἢ μεταλαμβάνει, καὶ τῷ χρόνῳ πάντως νικᾷ τὸ ἕτερον. καὶ τίς χρεία, φησί, τοιούτου ἀγῶνός τε καὶ κινδύνου; ἢ γὰρ ἐπιτεύξεται ἢ ἀποτεύξεται, καὶ ἤτοι τὴν ψυχὴν αὐτοῦ προσαπολέσει ἢ πολλὰ καμὼν μόγις κερδῆσαι δυνήσεται. διὰ τοῦτο καλόν ἐστι πρὶν προληφθῆναι ἄνθρωπον ἐπιμελῶς οὐ μόνον τοῦτο ἀλλὰ καὶ τὸ μέλλον σκοπεῖν, καὶ σκοπήσαντα ἢ μὴ γαμεῖν ἢ γαμοῦντα ἐν κυρίῳ γαμεῖν. γυνὴ γὰρ δέδεται ἐφ' ὅσον χρόνον ζῇ ὁ ἀνήρ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν κυρίῳ. οὐκ ἀκούομεν τοῦ μόνον ἐν κυρίῳ, ἀλλὰ τὸ ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι ἀναγινώσκομεν, οὐκέτι δὲ συνετάξαμεν τὸ μόνον ἐν κυρίῳ. καίτοι γε κἀκεῖ ὅτε εἶπεν μόνον ἐν κυρίῳ, πάλιν ἀνέκρουσεν τὸν λόγον εἰπὼν μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτως μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην. τὸ οὖν εὐφημότερον εἰπὼν ὁ ἀπόστολος, τὸ Ἁγιάζεται γάρ, ἀφῆκεν ἡμῖν τὸ ἄλλο νοεῖν.