Ancient Greek · ~21 min
Section 35
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 35.1
Not analysed yet
vii 8—12 [Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ· εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν· κρεῖττον γάρ ἐστι γαμῆσαι ἢ πυροῦσθαι. τοῖς δὲ γεγαμηκόσι παραγγέλλω, οὐκ ἐγὼ ἀλλ' ὁ κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι—ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος ἢ τῷ ἀνδρὶ καταλλαγήτω—καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι. τοῖς δὲ λοιποῖς λέγω ἐγώ, οὐχ ὁ κύριος.] [Ὠριγένους] Τινὲς τῶν καθ' ἡμᾶς ὑπὲρ ἃ γέγραπται διδάσκουσι· καὶ οἰόμενοί τι ποιεῖν, δέον προτρέπειν ἐπὶ μονογαμίαν μετὰ τοῦ μὴ βρόχον ἐπιτιθέναι τοῖς μὴ δυναμένοις, τοῦτο μὲν οὐ ποιοῦσιν, ἀνάγκην δὲ ἐπιτιθέασι καὶ θέλουσι μὴ συνάγειν τοὺς διγάμους μηδὲ κοινωνεῖν αὐτοῖς ὡς παραβεβηκόσιν, οὐκ αἰδούμενοι οὐδὲ τὰς τοῦ ἀποστόλου φωνάς. ὁ γὰρ λέγων τοῖς ἀγάμοις καὶ ταῖς χήραις, εἰ οὐκ ἐγκρατεύονται γαμησάτωσαν, ἄντικρυς ἐπέτρεψεν μετὰ τὸν πρῶτον γάμον μετὰ τὸ χηρεῦσαι γυναῖκα γαμῆσαι, μετὰ τοῦ λοιδορῆσαι τὸν γαμοῦντα, μετὰ τοῦ λοιδορῆσαι τὴν γαμουμένην· εἶπεν γὰρ Εἰ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν· ὅρα γὰρ εἰ μὴ ἤδη κατηγορία ἐστὶ τὸ μὴ ἐγκρατεύεσθαι, οἷον ἔστι λέγεσθαι ἀνθρώποις χριστιανοῖς Κάλλιον γαμῆσαι ἢ πυροῦσθαι, πύρωσιν ὀνομάσαντος αὐτοῦ τὴν ἐπιθυμίαν τῆς σαρκὸς μὴ σβεννυμένη<ν> ὑπὸ τοῦ λόγου ἀλλὰ κρατοῦσαν τῆς ψυχῆς τοῦ ἁμαρτωλοῦ. Ἡμεῖς οὖν διδαχθέντες ὑπὸ τοῦ ἀποστόλου οὐ κωλύομεν τὴν διγαμίαν, συγκρίσει γὰρ πυρώσεως αἱρετωτέρα διγαμία· ὅταν δὲ κακοῖς συγκρινόμενον κρεῖττον εἶναί τι νομίζεται, ἐκεῖνο ἄντικρυς οὐκ ἔστι καλόν. οὐκ ἔστιν σωφροσύνη ὁ δεύτερος γάμος· οὐκ ἔστιν κατὰ φύσιν Ἀδὰμ τῷ πρωτοπλάστῳ· οὐ γὰρ δύναται τῇ δευτέρᾳ λέγεσθαι γυναικὶ Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου. ἔσχεν Ἀβραὰμ καὶ τὴν Ἄγαρ, γέγονεν καὶ μετὰ τῆς Χεττούρας· ὅτε δὲ ἐτελεύτα, οὐδεμία ἐτέθη σὺν αὐτῷ ἀλλ' ἡ φύσει γυνή· Ἀβραὰμ γὰρ καὶ Σάρρα ἦν ἐν τῷ μνημείῳ. καὶ Ἰακὼβ δέ, †εἰ καὶ ἔσχεν μετὰ Ῥαχὴλ καὶ μετὰ Λίας †γεγένηται καὶ μετὰ τῶν παιδισκῶν, ἀλλ' ἐν τῷ μνημείῳ μόνη Λία ἐγένετο σὺν αὐτῷ. †Μετὰ τοῦ τῆς τῶν πατέρων ἔσεσθαι οἰκονομίας μυστικῆς· †οὐ δήπου δὲ καὶ νῦν ὁ λαμβάνων δευτέραν λέγει ὅτι Τελῶ οἰκονομίαν μυστικήν. ἐλεύσεται γὰρ ὁ Παῦλος λέγων λέγετέ μοι οἱ τὸν νόμον ἀναγινώσκοντες, τὸν νόμον οὐκ ἀκούετε; γέγραπται γὰρ Ὁ δεῖνα δύο υἱοὺς ἔσχεν, καὶ τὰ ἑξῆς· οὐ μέλλει καὶ ἐπ' αὐτοῦ λέγεσθαι Ἅτινά ἐστιν ἀλληγορούμενα, καὶ αὗται γάρ εἰσι δύο διαθῆκαι· ταῦτα γὰρ τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ δι' ἡμᾶς εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκεν. Λέγω δὲ ταῖς χήραις καὶ τοῖς ἀγάμοις, καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ. τοῦτο δὲ δεύτερον καλόν ἐστιν· ἔστι γὰρ πρῶτον τούτου ἄλλο καλόν· καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι. ποῖον δεύτερον καλόν; καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ· εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν· κρεῖττον γάρ ἐστι γαμῆσαι ἢ πυροῦσθαι. διὰ τοῦτο οἱ ἐν γάμοις πρώτοις ὄντες καὶ μηδέπω πεπειραμένοι δευτέρων ἀσκείτωσαν τὴν ἁγνείαν, ἵνα ἐὰν γένηταί τι ἀνθρώπινον μὴ ἀνάσκητοι καταληφθέντες ἀσχημονήσωσιν. κρεῖττον οὖν τὸ γαμῆσαι δεύτερον γάμον, οὐ γὰρ τὸν πρῶτον λέγει ἐνθάδε ὡς δῆλόν ἐστιν ἐκ τῆς λέξεως τῆς πυροῦσθαι. Ἐντεῦθεν εἰς ἑτέραν μεταβαίνει νομοθεσίαν· Τοῖς δὲ γεγαμηκόσι παραγγέλλω, οὐκ ἐγὼ ἀλλ' ὁ κύριος· ἡ νομοθεσία ἡ πρὸς τοὺς γεγαμηκότας οὐκ ἀπ' ἐμοῦ ἐστιν, ἀλλ' ἀπὸ τοῦ κυρίου. ἅμα δὲ τηρεῖ ἀναγκαῖον παρατήρημα, ὅτι γεγαμηκότας ὠνόμασεν ὅταν ἀμφότεροι ὦσι πιστοὶ καὶ ὁ ἀνὴρ καὶ ἡ γυνή. ὅ<τ>ι δὲ τοὺς ἄλλους ὅσοι ἑτεροζυγοῦσιν οὐκ ὠνόμασεν ἐν γεγαμηκόσιν, δῆλον ἐκ τοῦ ἐπιφέρειν αὐτὸν Τοῖς δὲ λοιποῖς λέγω ἐγώ, οὐχ ὁ κύριος. οὔκουν οἱ λοιποὶ οὐκ εἰσὶ γεγαμηκότες; οὐ γὰρ μετρεῖ αὐτοὺς γεγαμηκότας· οὐ γὰρ ἐπὶ τούτων ἁρμόζεται γυνὴ ἀνδρὶ παρὰ θεοῦ· ἐπὶ δὲ τῶν πιστῶν, ὅτε ἀμφότεροι κοινωνοῦσι καὶ εὐχῶν καὶ παιδοποιΐας ἁγίας καὶ πάντων ὧν χριστιανοὺς κοινωνεῖν δεῖ, λέγει ὅτι ὁ γάμος οὐκ ἀλλότριός ἐστι θεοῦ. Παραγγέλλω οὖν, οὐκ ἐγὼ ἀλλ' ὁ κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρίζεσθαι. τὸ μὲν προηγούμενον τοῦτό ἐστιν, συζυγίαν φθάσασαν δεδέσθαι μὴ λυθῆναι. Ἐὰν δὲ καὶ χωρισθῇ· πολλὰ γὰρ ἂν γένοιτο αἴτια τοῦ καὶ χωρισθῆναι· οἷον πορνεία ἐὰν γέν<η>τ<αι> τῇ γυναικί, ἁμαρτία ἐστὶ κατέχειν τὴν πεπορνευκυῖαν γυναῖκα. ἐὰν οὖν καὶ χωρισθῇ καὶ γέν<η>τ<αί> τι <αἴτι>ον χωρισμοῦ, μενέτω ἄγαμος ἢ τῷ ἀνδρὶ καταλλαγήτω. ὁμοίως δὲ καὶ ἄνδρα θέλω τοιοῦτον εἶναι, ἵνα μὴ ἀφίῃ γυναῖκα. Τοῖς δὲ λοιποῖς λέγω ἐγώ, οὐχ ὁ κύριος. τοῖς μὲν γεγαμηκόσιν οὐκ ἐγὼ νομοθετῶ, ἀλλ' ὁ κύριος· τοῖς δὲ μὴ γεγαμηκόσιν ἀλλ' ἑτεροζυγοῦσιν ἀπίστοις οὐκ ἔχω νόμον δοῦναι ἀπὸ θεοῦ· οὐδὲ γὰρ ἄξιοί εἰσι νόμων θεοῦ· ἀλλ' ἀκουέτωσαν ἡμῶν. καὶ χρήσομαι εἰς τὸ νοηθῆναι τὰ κατὰ τὸν τόπον γεγραμμένοις ἐν τῷ νόμῳ. οἱ νόμοι οἱ κατὰ Μωσέα οἱ μὲν θεοῦ εἰσιν, οἱ δὲ Μωσέως. καὶ τοῦτο ἐπιστάμενος ὁ κύριος διαφορὰν νόμων θεοῦ καὶ νόμων Μωσέως εἶπεν ἐπὶ μὲν τῶν ὑπὸ θεοῦ νενομοθετημένων Ὁ γὰρ θεὸς εἶπεν Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, ἐπὶ δὲ τῶν ὑπὸ Μωσέως Μωϋσῆς διὰ τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας. τηρήσας γοῦν τὰ τοῦ βιβλίου τοῦ ἀποστασίου εὑρήσεις οὐκ ἐκ προστάγματος κυρίου τὸν νόμον γεγραμμένον. Μωϋσῆς μὲν οὖν ὑπηρετῶν θεῷ νόμους ἔδωκεν δευτέρους παρὰ τοὺς νόμους τοῦ θεοῦ· Παῦλος δὲ ὑπηρετῶν τῷ εὐαγγελίῳ νόμους ἔδωκεν δευτέρους τοῖς ἐκκλησιαστικοῖς μετὰ τοὺς νόμους τοὺς ἀπὸ θεοῦ διὰ Ἰησοῦ Χριστοῦ. καὶ καλόν ἐστιν ἀκούειν νόμων ἀπὸ κυρίου ἢ ἀκούειν νόμων Παύλου τοῦ ἀποστόλου. κἂν γὰρ ἅγιος ᾖ, ἀλλὰ πολλῷ ὑποδεεστέρους ἔχει νόμους τῶν νόμων τοῦ κυρίου.