Ancient Greek · ~6 min
Section 41
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 41
Not analysed yet
ix 9—11 [Μὴ τῶν βοῶν μέλει τῷ θεῷ; ἢ δι' ἡμᾶς πάντως λέγει; δι' ἡμᾶς γὰρ ἐγράφη, ὅτι ὀφείλει ἐπ' ἐλπίδι ὁ ἀροτριῶν ἀροτριᾶν καὶ ὁ ἀλοῶν ἐπ' ἐλπίδι μετέχειν. Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα εἰ ἡμεῖς ὑμῶν τὰ σαρκικὰ θερίσομεν;] [Ὠριγένους] Οὐκοῦν δι' ἡμᾶς τοὺς τὴν καινὴν διαθήκην παρειληφότας εἴρηται ταῦτα, καὶ περὶ ἀνθρώπων γέγραπται, πνευματικῶς τοῦ ῥητοῦ νοουμένου κατὰ τὸν θεῖον ἀπόστολον. τίς δὲ ὁ νοῦς; Ὅτι ὀφείλει ἐπ' ἐλπίδι ὁ ἀροτριῶν ἀροτριᾶν καὶ ὁ ἀλοῶν ἐπ' ἐλπίδι μετέχειν. ἀροτριᾷ Παῦλος ὁ γεωργὸς κατηχουμένου ψυχήν, νεώματα ποιῶν ἐν τῇ ψυχῇ αὐτοῦ κατὰ τὸν θεῖον Ἱερεμίαν τὸν φάσκοντα αὐτοῖς Νεώσατε ἑαυτοῖς νεώματα, πρὸς ὑποδοχὴν δηλονότι σπερμάτων, περὶ ὧν γέγραπται Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι. καὶ μετὰ τοῦ σπεῖραι τὰ νεωθέντα Ἐπιτηρῶ, φησί, τὰ σπέρματα, μήποτε ἐλθόντα τὰ πετεινὰ τοῦ οὐρανοῦ ἄρῃ τὸν σπόρον· καὶ ὅταν καρποφορήσῃ καὶ ποιήσῃ καρποὺς δικαιοσύνης καὶ ὅτ<ε> λευκή ἐστιν ἤδη πρὸς θερισμόν, ἔξεστί μοι λοιπὸν λαβεῖν. οὐ γὰρ σκανδαλισθήσεται ἐπὰν μνησθῇ ὅσα κέκμηκα, ἵνα αὐτοῦ τὴν ψυχὴν ἀροτριάσω, ἵνα σπείρω, πῶς ἐπέμεινα μέχρις οὗ ἔλθῃ ὁ σπόρος αὐτοῦ τελειωθεὶς ἐπὶ τὴν ἅλω. καὶ διὰ τοῦτο λαμβάνειν μοι ἔξεστιν ἀπ' αὐτοῦ τροφάς. ἀλλ' οὐ πάντως κέχρημαι τῇ ἐξουσίᾳ, ἀλλ' ἐπ' ἐλπίδι τοῦτο ποιῶ, παραστῆσαι τὸ γέννημα τῷ οἰκοδεσπότῃ· γεωργὸς γάρ εἰμι· οὐχ ἵνα τὰ ὀφειλόμενα ἀποδοθῆναι τῷ θεῷ εἰς τὰς ἐμὰς λάβω ἀποθήκας. εἶτά τι περὶ τοῦ αὐτοῦ ὁ ἀπόστολος διδάσκων φησὶν Εἰ ἡμεῖς ὑμῖν τὰ πνευματικὰ ἐσπείραμεν, μέγα; καὶ τὰ ἑξῆς.