Ancient Greek
Section 45
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 45
Not analysed yet
x 5 [Ἀλλ' οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ θεός, κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ.] [Ὠριγένους] Βούλεται παραστῆσαι ἡμῖν ὁ ἀπόστολος ὅτι οὐ τὸ τυχεῖν δωρεᾶς θεοῦ σώζει τὸν τετυχηκότα αὐτῆς, ἀλλὰ μετὰ τοῦ τυχεῖν τῆς δωρεᾶς ἐπιμεῖναι ἄξιον γενόμενον αὐτῆς. καὶ γὰρ οἱ υἱοὶ Ἰσραὴλ τοσαῦτα εὐεργετηθέντες, ἐπεὶ μὴ ἄξιοι γεγόνασιν τῆς εὐεργεσίας τοῦ θεοῦ, οὐκ ἐσώθησαν. οὐ γὰρ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ θεός· κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ. καὶ γὰρ ἐπεὶ πλείονες ἦσαν οἱ ἁμαρτωλοὶ ὀλιγώτεροι δὲ οἱ δίκαιοι, παρὰ τοῦτο <οὐκ> εὐδόκησεν ὁ θεὸς <ἐν> τοῖς πλείοσιν ἁμαρτωλοῖς παρὰ τοὺς ὀλίγους δικαίους.