Ancient Greek
Section 47
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 47
Not analysed yet
xii 3 [Διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν πνεύματι θεοῦ λαλῶν λέγει ἀνάθεμα Ἰησοῦν· καὶ οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν εἰ μὴ ἐν πνεύματι ἁγίῳ.] [Ὠριγένους] Πολλαὶ διαφοραί εἰσι τῶν πνευμάτων ἅστινας οὐδεὶς εἴσεται ἀκριβῶς ἂν μὴ ἔχῃ τὸ χάρισμα τῆς διακρίσεως τοῦ πνεύματος. καὶ ἵνα μὴ προπετέστερον ἢ ἀποδοκιμάζ<ω>μεν τὰ πνεύματα τὰ ἐν τοῖς λέγουσιν ἢ δοκιμάζ<ω>μεν, φησὶν ὁ Ἰωάννης ἐν τῇ ἐπιστολῇ Ἀγαπητοί, μὴ παντὶ πνεύματι πιστεύ<ε>τε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ τοῦ θεοῦ ἐστιν· πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα ἐκ τοῦ θεοῦ ἐστιν, καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν οὐκ ἔστιν ἐκ τοῦ θεοῦ. καὶ διδάσκει ἡμᾶς ἐπὰν ἀκούσωμέν ποτε λεγόντων μηδὲ ὡς ἔτυχεν συγκατατίθεσθαι μήτε προπετῶς ἀρνεῖσθαι τὰ λεγόμενα ὡς οὐκ ἀπὸ θείου ὄντα πνεύματος, ἀλλ' ἵνα ἕκαστος τῶν ἀκουόντων εἰδὼς κινδυνεύειν ἐν αὐτῷ τῷ δοκιμάζειν ἢ ἀποδοκιμάζειν ἐπιμελῶς προσέχῃ μήτε τῷ ψεύδει πιστεῦσαι μήτε τῷ ἀληθεῖ ἀπιστῆσαι. Περὶ τούτου καὶ ἑξῆς ἐπιφέρει τούτοις ὁ ἀπόστολος Εἴ τις ἐν ὑμῖν προφήτης ἢ πνευματικός, ἐπιγινωσκέτω ἃ γράφω ὅτι θεοῦ ἐστιν· εἰ δέ τις ἀγνοεῖ, ἀγνοεῖ<ται>. οὐ μόνον οὖ<ν> εἴ τις ἀγνοεῖ τὰ τοῦ ἀποστόλου οὗτος ἀγνοεῖται ὑπὸ τοῦ θεοῦ, ἀλλ' εἴ τις ἀγνοεῖ λέγων πνεύματι θείῳ <καὶ> λέγοι ὅτι μὴ πνεύματι θείῳ λέγει, ἀγνοεῖται ὑπὸ τοῦ θεοῦ. ἔοικε δὲ διὰ τούτων διδάσκειν ὁ ἀπόστολος ὅτι οὐκ ἔστιν ἄνθρωπος ὃς οὐκ ἔχει ἕτερον πνεῦμα ἐν αὐτῷ παρὰ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ. εἴτε γὰρ ἀλλότριός ἐστι τῆς πίστεως εἴτε οἰκεῖός ἐστιν αὐτῆς, ἔχει πνεῦμα οἰκεῖον παρὰ τοῦ θεοῦ. πῶς δὲ χρῄζομεν οἱ ἀκούοντες τοῦ λόγου τοῦ θείου μανθάνειν ὅτι οὐδεὶς ἐν πνεύματι θεοῦ λαλῶν λέγει ἀνάθεμα Ἰησοῦν, ἴδωμεν· τινὲς δύνανται εἶναι ἀμφίβολοι τοῖς μὴ ἀκριβῶς εἰδόσι τὰ πράγματα πότερον πνεύματι θεοῦ λαλοῦσιν ἢ μή, ἀναθεματίζοντες τὸν Ἰησοῦν. εἴ ποτέ τινα Ἰουδαῖον θεάσῃ διηγούμενον τὰς θείας γραφὰς καὶ οὐκ εὐκαταφρονήτως τοῖς πολλοῖς προφητικὰ ῥήματα τάχα ἀμφέβαλεν μήποτε πνεῦμα θεοῦ ἐστι καὶ ἐν ἐκείνῳ· ἵνα οὖν μὴ περισπασθῇς ὑπὲρ τοῦ τοιούτου πότερον πνεῦμα ἅγιόν ἐστιν ἐν αὐτῷ ἢ μή, διδάσκει ὅτι ἐπεὶ ἀνάθεμα λέγει τὸν Ἰησοῦν πᾶς Ἰουδαῖος οὐδεὶς δὲ ἐν πνεύματι θεοῦ λαλῶν λέγει ἀνάθεμα Ἰησοῦν, οὐκ ἔχει πνεῦμα θεοῦ ὁ λέγων τὸν νόμον καὶ τοὺς προφήτας εἰδέναι ἀναθεματίζων δὲ τὸν Ἰησοῦν. ἔστι τις αἵρεσις ἥτις οὐ προσίεται τὸν προσιόντα εἰ μὴ ἀναθεματίσῃ τὸν Ἰησοῦν. καὶ ἡ αἵρεσις ἐκείνη ἀξία ἐστὶ τοῦ ὀνόματος οὗ ἠγάπησεν· ἔστι γὰρ ἡ αἵρεσις τῶν καλουμένων Ὀφιανῶν, οἵτινες οὐ θεμιτὰ λέγουσιν εἰς ἐγκώμιον τοῦ ὄφεως, ὃς ἐπικατάρατός ἐστιν ἀπὸ τοῦ θεοῦ.