Ancient Greek · ~10 min
Section 48
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 48
Not analysed yet
⟦xii 8—10. [ᾯ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ πνεύματι, ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ δὲ προφητεία, ἄλλῳ δὲ διακρίσεις πνευμάτων, ἑτέρῳ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν.] ⟧xii 27—28. [Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, εἶτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν.] [Ὠριγένους] Ἐκεῖ μᾶλλον τὸν λόγον ἐν τάξει τετήρηκεν, ἐνταῦθα δὲ ὡσεὶ ἀποκληρωτικῶς ἐπέρχεται καὶ κατὰ τὸ ἐπελθὸν αὐτῷ μνημονεύει τῶν χαρισμάτων· πλὴν καὶ οὕτως ἐκ τοῦ δευτέρου ῥητοῦ ἀναφωνεῖ ὅτι ἐλάττονα τὰ χαρίσματά ἐστι <τὰ> παρὰ τὰς δυνάμεις ἐνεργούμενα τοῦ χαρίσματος τοῦ κατὰ τὴν ἀποστολὴν καὶ τὴν προφητείαν καὶ τὴν διδασκαλίαν· εἰ μὴ ἄρα τις δύο εἴδη προφητείας δώσει, ἵνα καὶ ἐνθάδε τηρήσῃ τὸ τὴν τάξιν σώζεσθαι, ὥστε εἶναι τινὰ μὲν προφητείαν ὑπερβεβηκυῖαν τινὰ δὲ προφητείαν ἀναβεβηκυῖαν. τὴν μὲν γὰρ καθολικωτέραν καὶ μιμουμένην τὰς προφητείας Ἡσαΐου καὶ Ἱερεμίου δευτέραν τάξιν μετὰ τὴν ἀποστολὴν ἐρεῖ, ταύτην δὲ τὴν τελευταίαν τεταγμένην τάξιν μετὰ τὰ εἰρημένα χαρίσματα τοιαύτην οὖσαν· Ἐὰν δὲ προφητεύητε, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ θεῷ καὶ ἀπαγγέλλει ὅτι ὄντως θεὸς ἐν ὑμῖν ἐστιν. τοῦτο γὰρ οὐ μακράν ἐστι τοῦ ἐνεργήματος τῶν δυνάμεων καὶ χαρίσματος ἰαμάτων ἐπὶ ἐκπλήξει γινομένων τῶν ὁρώντων, ἵνα ὁ προφητεύων εἴπῃ Τόδε ἔχεις ἐν τῇ καρδίᾳ σου· Ἀπὸ τοῦδε τοῦ ἁμαρτήματος ἐλήλυθας ἐπὶ τὴν ἐκκλησίαν. δύναται δὲ καὶ αὕτη ἡ προφητεία τάξει εἶναι ὑστέρα παρὰ τὰ πρότερα, κἀκείνη ἡ θειοτέρα καὶ μείζων δευτέρα εἶναι, περὶ ἧς λέγει Ὁ θεὸς ἔθετο ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους. εἰς κατασκευὴν τοῦ δύο σημαίνεσθαι ἀπὸ τοῦ τῆς προφητείας ὀνόματος τὰ προειρημένα προεθέμην ἃ προεῖπον. ὅρα εἰ δύναμαι ἔτι παραστῆσαι σαφέστερον τὸ λεγόμενον Ὁ θεὸς ἔθετο ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους· ἀλλ' οὐ πάντες ἀπόστολοι, ἐὰν γὰρ πάντες ἀπόστολοι, τίσι διακονοῦνται τὴν ἀποστολήν; δεύτερον προφήτας· οὐ πάντες προφῆται· κατὰ δὲ τὴν ἄλλην προφητείαν ἐὰν δὲ πάντες προφητεύητε, εἰσέλθῃ δὲ ἄπιστος ἢ ἰδιώτης, οὐχ ὡς ἀδυνάτου ἀλλ' ὡς δυνατοῦ ὄντος τοῦ πάντας οὕτως προφητεύειν. δύο οὖν σημαινόμενά ἐστιν ἀπὸ τοῦ τῆς προφητείας ὀνόματος. διὸ καὶ ἐνθάδε τετήρηται ἡ τάξις τῷ ἀποστόλῳ ἡ λέγουσα πρῶτον ἀποστόλους, δεύτερον προφήτας καὶ τὰ ἑξῆς. Ταῦτα μὲν ὡς περὶ τῆς τάξεως, ἐπειδ<ὴ> ἔδοξεν ἡμᾶς θλίβειν τὸ Ἄλλῳ δὲ προφητεία, τελευταία τεταγμένη ἐν ἄλλῃ λέξει.