Ancient Greek · ~4 min
Section 5
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 5
Not analysed yet
i 14, 17 [Εὐχαριστῶ ὅτι οὐδένα ὑμῶν ἐβάπτισα . . . οὐ γὰρ ἀπέστειλέν με Χριστὸς βαπτίζειν ἀλλ' εὐαγγελίζεσθαι οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ χριστοῦ.] [Ὠριγένους] Μεῖζον τὸ εὐαγγελίζεσθαι τοῦ βαπτίζειν· καὶ ἐπειδὴ ᾔδει ὁ Παῦλος ἀφωρισμένους τινὰς πρὸς τὸ βαπτίζειν, εὐχαριστεῖ ἐπὶ τ<ῷ> κρείττονα κλῆρον ἔχειν τοῦ βαπτίζειν. ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων φαίνεται τίνα τῶν ἀποστόλων ἔργα· οἷον Φίλιππος ἐβάπτιζεν, τὸ πνεῦμα δὲ οὐ διηκονεῖτο Φίλιππος τῷ βαπτιζομένῳ, ἀλλὰ τοὺς ὑπ' ἐκείνου βαπτιζομένους ἐχειροθέτει ὁ Πέτρος καὶ τὸ πνεῦμα ἐπήρχετο ἐπ' αὐτούς. καὶ ὁ μὲν Φίλιππος τοὺς ἀναγεννωμένους ἐξ ὕδατος καὶ πνεύματος ἁγίου ἐβάπτιζεν ὕδατι, ὁ δὲ Πέτρος τῷ πνεύματι. [Ὠριγένους] Χρεία οὐ τοσοῦτον λόγου ὅσον δυνάμεως· διὸ γέγραπται κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ, ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ. ἀπέστειλεν οὖν με Χριστὸς οὐ βαπτίζειν ἀλλ' εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ λόγου, οὐκ ἐν τρανώσει λέξεως· ἐὰν γὰρ τοῦτο ποιῶ καὶ θέλω οὕτω παραδιδόναι τὸν λόγον, ἡ τοῦ χριστοῦ δύναμις οὐ καθικνεῖται τῆς ψυχῆς τῶν ἀκουόντων καὶ ἐκκενῶ καὶ καθαιρῶ τὴν χάριν τῆς δυνάμεως.