Ancient Greek · ~7 min
Section 6
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 6
Not analysed yet
i 18 [ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστίν, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις θεοῦ ἐστίν.] [Ὠριγένους] Τὸ ὄνομα τοῦ <σταυροῦ> δοκεῖ σκάνδαλον εἶναι· ἀλλ' ἐάν τις παρέχῃ τὰς ἀκοὰς τῷ λόγῳ τοῦ θεοῦ καὶ τῇ χάριτι, ὄψεται καὶ τοῦτο μέγα μυστήριον. καὶ οἱ ἐθνικοὶ παραδεδώκασιν ὅτι πολλάκις, λοιμῶν μεγάλων γενομένων ἢ ἐπομβριῶν ἢ αὐχμῶν, ταῦτα ἐπαύσατο ἀνθρώπου ἑαυτὸν παραδόντος ὑπὲρ τοῦ κοινοῦ· τί οὖν θαυμαστὸν εἰ, ὅλου τοῦ κόσμου λοιμώττοντος τῇ πλάνῃ, ὑπὲρ τοῦ λοιμοῦ τοῦ ἀληθινοῦ ἐχρῆν ἕνα ἀποθανεῖν ὑπὲρ τοῦ καταλύσαι τὸν τῆς ἀγνοίας καὶ τοῦ σκότους καὶ τῆς ἀπωλείας λοιμόν; τίς δὲ ἠδύνατο τοῦτο ἀναδέξασθαι; οὐ προφήτης, οὐκ ἀπόστολος, οὐδέ τις ἄλλος δίκαιος· ἀλλ' ἔδει ἐξ οὐρανοῦ καταβῆναι θείαν δύναμιν δυναμένην ἀναδέξασθαι ὑπὲρ πάντων ἀποθανεῖν μετά τινος παραδειγματισμοῦ, ἵνα δι' ἐκείνου τοῦ θανάτου τρόπαιον γένηται κατὰ τοῦ διαβόλου. καὶ γὰρ εἰώθασιν <οἱ> ἐν κόσμῳ θριαμβεύοντες τοὺς πολεμ<ί>ους ἐν τρόπῳ σταυροῦ τιθέναι τὰ τρόπαια κατὰ τῶν νικωμένων. ἔστιν οὖν ὁ σταυρὸς τοῦ χριστοῦ τρόπαιον κατὰ τοῦ Σατανᾶ· διὰ τοῦτο λέγ<ει> Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τῷ ἐγνωκότι τὴν δύναμιν τοῦ σταυροῦ τί<ς> ἐστιν· ὅτι ἠλευθερώθην ἀπὸ τῶν κακῶν δι' ἐκεῖνον ἀποθανόντα ἵνα με ῥύσηται ἀπὸ τοῦ θανάτου· Εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ· μέγα ἀγαθὸν ὅτι ἐμοὶ κόσμος ἐσταύρωται· τοῦτο τὸ ἀγαθὸν διὰ τίνος μοι γέγονεν; διὰ τοῦ σταυροῦ τοῦ χριστοῦ. μέγα μοι ἀγαθὸν τὸ ἐμὲ σταυρωθῆναι τῷ κόσμῳ· εἰ γὰρ ἀπέθανον τῷ κόσμῳ, ἐσταύρωμαι τῷ κόσμῳ μετὰ τοῦ χριστοῦ· εἰ δὲ ζῶ ταῖς ἁμαρτίαις, οὔπω ἠξιώθην τοῦ ἀγαθοῦ τοῦ κατὰ τὸν σταυρόν. ἅμα δὲ καὶ ἑτοιμαζώμεθα πρὸς πειρασμούς, πρὸς μαρτύρια, εἰδότες ὅτι ὃς ἂν ἀρνήσηται σωτηρίαν οὐκ ἔχει.