Ancient Greek · ~2 min
Section 50
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 50
Not analysed yet
xiii 3 [<κἂν> ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, <κἂν> παραδῶ τὸ σῶμά μου ἵνα καυ<χ>ήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.] [Ὠριγένους] Κἂν ψωμίσω πάντα μου τὰ ὑπάρχοντα οὐ διὰ τὴν ἀγάπην· κἂν παραδῶ τὸ σῶμά μου ἵνα καυ<χ>ήσωμαι, ὡς δυνατοῦ ὄντος ψωμίσαι τινὰ τὰ ὑπάρχοντα οὐ διὰ τὴν ἀγάπην ἀλλὰ διὰ κενοδοξίαν, καὶ ὡς δυνατοῦ ὄντος καὶ μαρτυρῆσαί τινα ἕνεκεν καυχήσεως καὶ δόξης ἧς δοξάζονται ἐν ταῖς ἐκκλησίαις οἱ μάρτυρες.