Ancient Greek · ~4 min
Section 56
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 56
Not analysed yet
xiv 7—9a [Ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ διδῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον; καὶ γὰρ ἐὰν ἄδηλον φωνὴν σάλπιγξ δῷ, τίς παρασκευάσεται εἰς πόλεμον; οὕτως καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον;] [Ὠριγένους] Δυσωπῆσαι βούλεται τοὺς γλώσσῃ λαλοῦντας σιγᾶν ἐν ἐκκλησίᾳ, ἐὰν μὴ ᾖ διερμηνευτής, καὶ φησὶ Τὰ ἄψυχα, αὐλὸς καὶ κιθάρα, τοῖς μουσικοῖς καὶ φθόγγοις διαστολὴν μὴ διδόντα οὐ γιγνώσκεται ποίῳ ῥυθμῷ ηὔλησε· καὶ ὁ στρατιώτης οὐχ ὁπλίζεται εἰς πόλεμον, ἐὰν μὴ τὴν διεγερτικὴν εἰς πόλεμον προῆται φωνὴν ἡ σάλπιγξ· καὶ οἱ λαλοῦντες γλώσσῃ καὶ μὴ διερμηνεύοντες οὐκ ὀφείλουσι λαλεῖν, ὡς μὴ διδόντες διαστολὴν τοῖς λόγοις εἰς τὸ νοηθῆναι· τὰ μὲν οὖν τῆς θεωρίας δόγματα αὐλὸν καὶ κιθάραν εἶπεν ὡς μηδὲν ἐμφαίνοντα ἠθικόν, τοὺς δὲ ἐπ' ἀρετὴν προτρεπομένους σάλπιγγ<α>· διὰ τοῦδε <ἔστιν> εἰπεῖν ὅτι τὰ ἀσαφῆ τῆς γραφῆς, οἷον τὰ περὶ θυσιῶν ἐν Λευϊτικῷ καὶ τῆς σκηνῆς ἐν Ἐξόδῳ, οὐ δεῖ ἀναγιγνώσκειν, εἰ μή τις αὐτῶν σαφηνίζει τὸν νοῦν τῇ διηγήσει.