Ancient Greek · ~3 min
Section 55
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 55
Not analysed yet
xiv 6 [Νυνὶ δέ, ἀδελφοί, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει ἢ ἐν προφητείᾳ ἢ ἐν γνώσει ἢ ἐν διδαχῇ;] [Ὠριγένους] Προφητεία ἐστὶν ἡ διὰ λόγου τῶν ἀφανῶν σημαντικὴ γνῶσις, ἡ εἴδησις τῆς τοῦ κόσμου συστάσεως καὶ ἐνεργείας στοιχείων καὶ χρόνων. διδαχὴ ἐστὶν ὁ εἰς τοὺς πολλοὺς διανεμόμενος διδασκαλικὸς λόγος. ἀποκάλυψίς ἐστιν ὅταν ὁ νοῦς ἔξω γίν<η>ται τῶν γηΐνων καὶ ἀποθ<ῆ>ται πᾶσαν πρᾶξιν σαρκικὴν δυνάμει θεοῦ· ὁ τούτου τυχὼν γέγονεν ἐν ἀποκαλύψει. τάχα δὲ καὶ ἡ περὶ τῶν μελλόντων γνῶσις δύναται ἀποκάλυψις λέγεσθαι, ἔξεστιν δὲ καταχρηστικώτερον τοῖς ὀνόμασιν χρῆσθαι τὸν νοήσαντα τὴν ἑκάστου κυριολεξίαν.