Ancient Greek
Section 60
Origen, Fragmenta ex commentariis in epistulam i ad Corinthios (in catenis) 60
Not analysed yet
xiv 12 [Οὕτως καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε.] [Ὠριγένους] Τὸ περισσεύειν γίνεται τῇ τῶν χαρισμάτων ὑπεροχῇ ἐκ τοῦ τὰ πρὸς οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖν, ὡς ὅτι οὐ περισσεύει ἐν τοῖς χαρίσμασιν ὁ μὴ ζητῶν τὸ κοιν<ω>φ<ε>λές. εἰκὸς γὰρ ὅτι ἀργεῖ ἡ ἐνέργεια τοῦ χαρίσματος ὅταν μὴ λάμπῃ ἔμπροσθεν τῶν ἀνθρώπων. διό, εἰ θέλομεν αὔξειν τὰ χαρίσματα, τῇ ὠφελείᾳ τῶν πλειόνων ἑαυτοὺς ἐπιδώσομεν.